Prosodia Catholica (Herodian)

Passage 1.368
← Index
1.368
No summary yet
Βυζάντιον πόλις διασημοτάτη πρὸς τῇ Προποντίδι πρὸς τῷ μέρει τῆς Εὐρώπης. ἐκλήθη δ´ ἀπὸ Βύζαντος τοῦ Κεροέσσης τῆς Ἰοῦς θυγατρὸς καὶ Ποσειδῶνος. ἢ ὅτι τοῦ στόλου Βύζης ἦν ἡγεμών. ἔστι καὶ Βυζάντιον ἕτερον ἐν τῇ Ἰνδικῇ. Βαβράντιον τόπος περὶ Χίον. Πολύβιος ἑκκαιδεκάτῳ. ἔοικε δ´ ὑποκοριστικὸν τοῦ Βάβρας. Παλλάντιον πόλις Ἀρκαδίας ἀπὸ Πάλλαντος, ἑνὸς τῶν Λυκάονος παιδῶν ὡς Ἡσίοδος. τινὲς δὲ Παλλαντιάδα καλοῦσιν. Παρέντιον πόλις καὶ λιμὴν πλησίον Ἰστρίας. Μοργέντιον πόλις Ἰταλίας ἀπὸ Μοργήτων. λέγεται καὶ Μοργεντία. Πολλέντιον ἡ Πολλεντός. πόλις. Συρρέντιον πόλις Τυρρηνίας καὶ Συρρεντόν. Φερέντιον πόλις Σαυνιτῶν ἐν Ἰταλίᾳ. λεόντιον, δρακόντιον, ἀκόντιον. ἔστι καὶ Ἀκόντιον πόλις Ἀρκαδίας ἀπὸ Ἀκοντίου τοῦ Λυκάονος. ἔστι καὶ ἑτέρα Εὐβοίας, ὡς Ξεναγόρας καὶ Ἀνδροτίων ὀγδόῃ. ὀδόντιον ἡ βοτάνη καὶ τὸ τοῦ στόματος. γερόντιον, Μεταπόντιον πόλις Ἰταλίας ἡ πρότερον Σῖρις ἀπὸ Μετάβου τοῦ Σισύφου τοῦ Αἰόλου. τὸν γὰρ Μετάποντον οἱ βάρβαροι Μέταβον ἔλεγον. Ἱερόντιον ἡ πόλις. Δυσπόντιον πόλις Πισαίας, ἀπὸ Δυσπόντου τοῦ Πέλοπος, παρὰ τὴν ὁδὸν τὴν ἐξ Ἤλιδος εἰς Ὀλυμπίαν. Μαμέρτιον πόλις Ἰταλίας. Λαφύστιον. * Τὰ διὰ τοῦ 'φιον' οὐδέτερα μονογενῆ προπαροξύνεται, ζωΰφιον, δενδρύφιον, ὀρνύφιον, ὠΰφιον, χρυσάφιον, ἀργυράφιον, μοιράφιον. * Τὰ διὰ τοῦ 'χιον' ὑπὲρ τρεῖς συλλαβὰς οὐδέτερα προπαροξύνεται, ὀνύχιον. ἔστι καὶ Ὀνύχιον τόπος Κρήτης, ἀπὸ ὄνυχος ἀγκύρας ἐνσχεθείσης ἐν αὐτῷ τῶν Ἀμυκλαίων ἀποικησάντων. Δυρράχιον πόλις Ἰλλυρικὴ καὶ Ἐπίδαμνος κληθεῖσα ἀπὸ Ἐπιδάμνου. τούτου θυγάτηρ Μέλισσα, ἧς καὶ τοῦ Ποσειδῶνος ὁ Δυρράχιος. Στράβων ἐν ηʹ (p. 316) φησί «μετὰ δὲ τὸν Ῥιζονικὸν Λίσσος ἐστὶ πόλις καὶ Ἀκρόλισσος καὶ Ἐπίδαμνος Κερκυραίων κτίσμα, ἡ νῦν Δυρράχιον ὁμωνύμως τῇ χερρονήσῳ λεγομένη, ἐφ´ ἧς ἵδρυται». Ἐρατοσθένης γʹ γεωγραφουμένων «ἐχόμενοι δ´ οἰκοῦσι Ταυλάντιοι. πόλις δὲ Ἑλληνὶς Ἐπίδαμνος ἐπὶ χερρονήσου τῆς καλουμένης Δυρραχίου. ποταμοὶ δὲ Δρίλων καὶ Ἀῷος, περὶ οὓς οἱ Κάδμου καὶ Ἁρμονίας τάφοι δείκνυνται». λέγει δὲ Παυσανίας ϛʹ (c. 10, 8) περὶ τῆς ἀρχαίας καὶ τῆς νῦν πόλεως οὕτως «Ἐπιδάμνιοι μὲν χώραν ἥνπερ καὶ ἐξ ἀρχῆς, πόλιν δὲ αὐτὴν ἀρχαίαν ἐπὶ ἡμῶν ἔχουσιν, ἐκείνης δ´ ἀφεστηκυῖαν ὀλίγον. ὄνομα δὲ τῇ πόλει τῇ νῦν Δυρράχιον ἀπὸ τοῦ οἰκιστοῦ». Ἀλέξανδρος δὲ ἐν Εὐρώπῃ μετὰ
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 105 (53.0%) word LCS 19 (52.8%)
Show overlap highlight
… Ἀκόντιον πόλις Ἀρκαδίας ἀπὸ Ἀκοντίου τοῦ Λυκάονος. ἔστι καὶ ἑτέρα Εὐβοίας, ὡς Ξεναγόρας καὶ Ἀνδροτίων ὀγδόῃ. ὀδόντιον ἡ βοτάνη καὶ τὸ τοῦ στόματος. γερόντιον, Μεταπόντιον πόλις Ἰταλίας ἡ πρότερον Σῖρις ἀπὸ Μετάβου τοῦ Σισύφου τοῦ Αἰόλου. τὸν γὰρ Μετάποντον οἱ βάρβαροι Μέταβον ἔλεγον. Ἱερόντιον ἡ πόλις. Δυσπόντιον πόλις Πισαίας, ἀπὸ Δυσπόντου τοῦ Πέλοπος, παρὰ τὴν ὁδὸν τὴν ἐξ Ἤλιδος εἰς Ὀλυμπίαν. Μαμέρτιον πόλις Ἰταλίας. Λαφύστιον. * Τὰ διὰ…
Μεταπόντιον, πόλις Ἰταλίας, ἡ πρότερον Σῖρις ἀπὸ Μετάβου τοῦ Σισύφου τοῦ Αἰόλου· τὸν γὰρ Μετάποντον οἱ βάρβαροι Μέταβον ἔλεγον. ὁ πολίτης Μεταποντῖνος. ἀφ´ οὗ Φίλων ὁ αὐλητὴς καὶ ποιητής. λέγεται καὶ Μεταπόντιος ὡς Βυζάντιος. καὶ Μεταποντίνη.
char LCS 90 (55.2%) word LCS 16 (57.1%)
Show overlap highlight
…οργεντία. Πολλέντιον ἡ Πολλεντός. πόλις. Συρρέντιον πόλις Τυρρηνίας καὶ Συρρεντόν. Φερέντιον πόλις Σαυνιτῶν ἐν Ἰταλίᾳ. λεόντιον, δρακόντιον, ἀκόντιον. ἔστι καὶ Ἀκόντιον πόλις Ἀρκαδίας ἀπὸ Ἀκοντίου τοῦ Λυκάονος. ἔστι καὶ ἑτέρα Εὐβοίας, ὡς Ξεναγόρας καὶ Ἀνδροτίων ὀγδόῃ. ὀδόντιον ἡ βοτάνη καὶ τὸ τοῦ στόματος. γερόντιον, Μεταπόντιον πόλις Ἰταλίας ἡ πρότερον Σῖρις ἀπὸ Μετάβου τοῦ Σισύφου τοῦ Αἰόλου. τὸν γὰρ Μετάποντον οἱ βάρβαρο…
Ἀκόντιον, πόλις Ἀρκαδίας, ἀπὸ Ἀκοντίου τοῦ Λυκάονος. ἔστι καὶ ἑτέρα Εὐβοίας, ὡς Ξεναγόρας καὶ Ἀνδροτίων ὀγδόῃ. τὸ ἐθνικὸν Ἀκοντιεύς, ὡς Δουλιχιεύς Σουνιεύς, καὶ Ἀκόντιος, ὡς Βυζάντιος καὶ Ἀνακτόριος.
char LCS 75 (100.0%) word LCS 12 (100.0%)
Show overlap highlight
…αι, ζωΰφιον, δενδρύφιον, ὀρνύφιον, ὠΰφιον, χρυσάφιον, ἀργυράφιον, μοιράφιον. * Τὰ διὰ τοῦ 'χιον' ὑπὲρ τρεῖς συλλαβὰς οὐδέτερα προπαροξύνεται, ὀνύχιον. ἔστι καὶ Ὀνύχιον τόπος Κρήτης, ἀπὸ ὄνυχος ἀγκύρας ἐνσχεθείσης ἐν αὐτῷ τῶν Ἀμυκλαίων ἀποικησάντων. Δυρράχιον πόλις Ἰλλυρικὴ καὶ Ἐπίδαμνος κληθεῖσα ἀπὸ Ἐπιδάμνου. τούτου θυγάτηρ Μέλισσα, ἧς καὶ τοῦ Ποσειδῶνος ὁ Δυρράχιος. Στράβων ἐν ηʹ (p. 316) φησί «μετὰ δὲ…
Ὀνύχιον, τόπος Κρήτης, ἀπὸ ὄνυχος ἀγκύρας ἐνσχεθείσης ἐν αὐτῷ τῶν Ἀμυκλαίων ἀποικησάντων.
char LCS 66 (48.5%) word LCS 11 (45.8%)
Show overlap highlight
… ἢ ὅτι τοῦ στόλου Βύζης ἦν ἡγεμών. ἔστι καὶ Βυζάντιον ἕτερον ἐν τῇ Ἰνδικῇ. Βαβράντιον τόπος περὶ Χίον. Πολύβιος ἑκκαιδεκάτῳ. ἔοικε δ´ ὑποκοριστικὸν τοῦ Βάβρας. Παλλάντιον πόλις Ἀρκαδίας ἀπὸ Πάλλαντος, ἑνὸς τῶν Λυκάονος παιδῶν ὡς Ἡσίοδος. τινὲς δὲ Παλλαντιάδα καλοῦσιν. Παρέντιον πόλις καὶ λιμὴν πλησίον Ἰστρίας. Μοργέντιον πόλις Ἰταλίας ἀπὸ Μοργήτων. λέγεται καὶ Μοργεντία. Πολλέντιον ἡ Πολλεντός. π…
Παλλάντιον, πόλις Ἀρκαδίας, ἀπὸ Πάλλαντος, ἑνὸς τῶν Λυκάονος παίδων, ὡς Ἡσίοδος. τὸ ἐθνικὸν Παλλαντιεύς. τινὲς δὲ Παλλαντιάδα καλοῦσιν, ὡς ἐν τῷ περὶ Ἑστιαίας εἴρηται.
char LCS 52 (57.8%) word LCS 8 (57.1%)
Show overlap highlight
…Βάβρας. Παλλάντιον πόλις Ἀρκαδίας ἀπὸ Πάλλαντος, ἑνὸς τῶν Λυκάονος παιδῶν ὡς Ἡσίοδος. τινὲς δὲ Παλλαντιάδα καλοῦσιν. Παρέντιον πόλις καὶ λιμὴν πλησίον Ἰστρίας. Μοργέντιον πόλις Ἰταλίας ἀπὸ Μοργήτων. λέγεται καὶ Μοργεντία. Πολλέντιον ἡ Πολλεντός. πόλις. Συρρέντιον πόλις Τυρρηνίας καὶ Συρρεντόν. Φερέντιον πόλις Σαυνιτῶν ἐν Ἰταλίᾳ. λεόντιον, δρακόντιον, ἀκόντιον. ἔστι καὶ Ἀκόντιον…
Μοργέντιον, πόλις Ἰταλίας, ἀπὸ Μοργήτων. λέγεται καὶ Μοργεντία, τὸ ἐθνικὸν Μοργεντῖνος καὶ Μοργήτης λέγεται.
char LCS 42 (49.4%) word LCS 6 (42.9%)
Show overlap highlight
…ι τῆς Εὐρώπης. ἐκλήθη δ´ ἀπὸ Βύζαντος τοῦ Κεροέσσης τῆς Ἰοῦς θυγατρὸς καὶ Ποσειδῶνος. ἢ ὅτι τοῦ στόλου Βύζης ἦν ἡγεμών. ἔστι καὶ Βυζάντιον ἕτερον ἐν τῇ Ἰνδικῇ. Βαβράντιον τόπος περὶ Χίον. Πολύβιος ἑκκαιδεκάτῳ. ἔοικε δ´ ὑποκοριστικὸν τοῦ Βάβρας. Παλλάντιον πόλις Ἀρκαδίας ἀπὸ Πάλλαντος, ἑνὸς τῶν Λυκάονος παιδῶν ὡς Ἡσίοδος. τινὲς δὲ Παλλαντιάδα καλοῦσιν. Παρέντιον πόλι…
Βαβράντιον, τόπος περὶ Χίον. Πολύβιος ἑκκαιδεκάτῳ. τὸ ἐθνικὸν ὁμοίως. ἔοικε δ´ ὑποκοριστικὸν τοῦ Βάβρας.
char LCS 36 (49.3%) word LCS 6 (50.0%)
Show overlap highlight
…ος ἑκκαιδεκάτῳ. ἔοικε δ´ ὑποκοριστικὸν τοῦ Βάβρας. Παλλάντιον πόλις Ἀρκαδίας ἀπὸ Πάλλαντος, ἑνὸς τῶν Λυκάονος παιδῶν ὡς Ἡσίοδος. τινὲς δὲ Παλλαντιάδα καλοῦσιν. Παρέντιον πόλις καὶ λιμὴν πλησίον Ἰστρίας. Μοργέντιον πόλις Ἰταλίας ἀπὸ Μοργήτων. λέγεται καὶ Μοργεντία. Πολλέντιον ἡ Πολλεντός. πόλις. Συρρέντιον πόλις Τυρρηνίας καὶ Συρρεντόν. Φερέντιον πόλις Σαυνιτῶ…
Παρέντιον, πόλις καὶ λιμὴν πλησίον Ἰστρίας. τὸ ἐθνικὸν Παρεντῖνος. τὸ θηλυκὸν Παρεντίνα.
char LCS 36 (65.5%) word LCS 5 (62.5%)
Show overlap highlight
…ὲ Παλλαντιάδα καλοῦσιν. Παρέντιον πόλις καὶ λιμὴν πλησίον Ἰστρίας. Μοργέντιον πόλις Ἰταλίας ἀπὸ Μοργήτων. λέγεται καὶ Μοργεντία. Πολλέντιον ἡ Πολλεντός. πόλις. Συρρέντιον πόλις Τυρρηνίας καὶ Συρρεντόν. Φερέντιον πόλις Σαυνιτῶν ἐν Ἰταλίᾳ. λεόντιον, δρακόντιον, ἀκόντιον. ἔστι καὶ Ἀκόντιον πόλις Ἀρκαδίας ἀπὸ Ἀκοντίου τοῦ Λυκάονος. ἔστι καὶ ἑτέρα Εὐβοίας, ὡς Ξεν…
Συρρέντιον, πόλις Τυρρηνίας, καὶ Συρρεντόν· τὸ ἐθνικὸν Συρρέντιος.
char LCS 36 (23.5%) word LCS 5 (18.5%)
Show overlap highlight
…τίσμα, ἡ νῦν Δυρράχιον ὁμωνύμως τῇ χερρονήσῳ λεγομένη, ἐφ´ ἧς ἵδρυται». Ἐρατοσθένης γʹ γεωγραφουμένων «ἐχόμενοι δ´ οἰκοῦσι Ταυλάντιοι. πόλις δὲ Ἑλληνὶς Ἐπίδαμνος ἐπὶ χερρονήσου τῆς καλουμένης Δυρραχίου. ποταμοὶ δὲ Δρίλων καὶ Ἀῷος, περὶ οὓς οἱ Κάδμου καὶ Ἁρμονίας τάφοι δείκνυνται». λέγει δὲ Παυσανίας ϛʹ (c. 10, 8) περὶ τῆς ἀρχαίας καὶ τῆς νῦν πόλεως οὕτως «Ἐπι…
Ἐπίδαμνος, πόλις Ἰλλυρίας, ἐπὶ χερρονήσου τῆς καλουμένης Δυρραχίου. ἔστι δ´ ἑτέρα ἐν τῷ Ἰονίῳ κόλπῳ. τὸ ἐθνικὸν Ἐπιδάμνιος. εὕρηται παρὰ Παρθενίῳ καὶ διὰ διφθόγγου. τὸ θηλυκὸν Ἐπιδαμνιάς.
char LCS 29 (34.9%) word LCS 5 (33.3%)
Show overlap highlight
…ν πόλις Ἀρκαδίας ἀπὸ Ἀκοντίου τοῦ Λυκάονος. ἔστι καὶ ἑτέρα Εὐβοίας, ὡς Ξεναγόρας καὶ Ἀνδροτίων ὀγδόῃ. ὀδόντιον ἡ βοτάνη καὶ τὸ τοῦ στόματος. γερόντιον, Μεταπόντιον πόλις Ἰταλίας ἡ πρότερον Σῖρις ἀπὸ Μετάβου τοῦ Σισύφου τοῦ Αἰόλου. τὸν γὰρ Μετάποντον οἱ βάρβαροι Μέταβον ἔλεγον. Ἱερόντιον ἡ πόλις. Δυσπόντιον πόλις Πισαίας, ἀπὸ Δυσπόντου τοῦ Πέλοπος, παρὰ…
Πολίειον, πόλις Ἰταλίας, ἡ πρότερον Σῖρις καλουμένη. τὸ ἐθνικὸν Πολιειεύς, ὡς τοῦ Σίγειον τὸ Σιγειεύς.