Accent and morphological behavior of masculine names ending in -φων, -χων, -ων, and similar; examples and declensional notes (accent shifts, forms when declined with -ντ-, gender effects).
ὀξύνεται, οἷς ἠκολούθησε καὶ τὸ Πλατανιστών ὄνομα ποταμοῦ. τὸ δὲ Βιστών ὡς διὰ τοῦ 'ο' κλινόμενον ἐθνικὸν ὀξύνεται. ὁμοφωνεῖ δὲ τῷ κτιστῇ Βιστόνι τῷ Ἄρεος καὶ Καλλιρρόης τῆς Νέστου. ἀδελφὸς δὲ ἦν Ὀδομάντου ἢ Ἠδωνοῦ. ἔνιοι δὲ Παίονος τοῦ Ἄρεος παιδός. Τὰ εἰς 'φων' ἀρσενικὰ σύνθετα διὰ τοῦ 'ντ' κλινόμενα περισπᾶται, Ἀγλαοφῶν, Ξενοφῶν, Ἀντιφῶν, Δημοφῶν, Εὐρυφῶν Ὁμήρου υἱός, Νικοφῶν ὁ κωμικός, Ἀριστοφῶν, ὁ Βελλεροφόντης κατά τινας Βελλεροφῶν, Κτησιφῶν κύριον καὶ πόλις Ἀσσυρίας. Τὰ εἰς 'φων' ἀρσενικὰ μὴ διὰ τοῦ 'ντ' κλινόμενα βαρύνεται, Τρύφων, Σόφων, σίφων, Ξίφων ὄνομα κυνός, κύφων. τὸ δὲ Κολοφών πόλις, ᾗ ὁμοφωνεῖ τὸ τοῦ κτιστοῦ ὄνομα, καὶ Τολοφών, πόλις Λοκρῶν τῶν Ὀζολῶν, καὶ κατηφών ὀξύνεται ὡς θηλυκά. τὸ δὲ Τυφῶν περισπώμενόν ἐστι δικατάληκτον. λέγεται γὰρ καὶ Τυφῶς. Τὰ εἰς 'χων' δισύλλαβα ἀρσενικὰ βαρύνονται μὴ ὄντα μηνῶν ὀνόματα, Βρύχων ὄνομα ποταμοῦ, Τύχων ὁ Ἑρμῆς καὶ δαίμων περὶ τὴν Ἀφροδίτην καὶ κύριον, Σπέρχων ὄνομα κυνός, Τάρχων πατὴρ Τηλέφου. τὸ δὲ γλήχων ὤφειλε βαρύνεσθαι· εἰ δὲ θηλυκὸν καὶ διὰ τοῦ 'β', ὀξύνεται. τὸ δὲ παχών ὀξύνεται, ὄνομα μηνὸς παρ´ Αἰγυπτίοις ὄν. τὸ δὲ Πολυσπερχῶν διὰ τοῦ 'ντ' κλινόμενον περισπᾶται. Τὰ εἰς 'ων' ἀρσενικὰ ἐν τέλει ἔχοντα τὸν τόνον καὶ διὰ τοῦ 'ντ' κλινόμενα
Pending translation