Prosodia Catholica (Herodian)

Passage 1.370
← Index
1.370
No summary yet
πόλις Θεσσαλίας ὡς Ἑκαταῖος περιηγήσει Εὐρώπης. Νακόλαιον πόλις Φρυγίας, ἣ καὶ Νακόλεια, ἀπὸ Νακόλης νύμφης· ὥσπερ γὰρ ἀπὸ τοῦ νύμφη νύμφαιον καὶ Ἥρα Ἥραιον, οὕτω Νακόλη Νακόλαιον. Κοτύλαιον ὄρος Εὐβοίας ἀνακείμενον Ἀρτέμιδι, ὥς φησιν Ἀρχέμαχος ἐν Εὐβοϊκῶν βʹ. Κυδαθήναιον δῆμος τῆς Πανδιονίδος φυλῆς. Παντικάπαιον πόλις μεγίστη, τῶν κατὰ Βόσπορον μητρόπολις. ᾠκίσθη δὲ παρὰ Αἰήτου παιδός, λαβόντος τὸν τόπον παρὰ Ἀγαήτου τοῦ Σκυθῶν βασιλέως καὶ καλέσαντος τὴν πόλιν ἀπὸ τοῦ παραρρέοντος ποταμοῦ Παντικάπου. Λαπίθαιον ὄνομα ὄρους τῆς Λακωνικῆς. Φοινίκαιον ὄρος Κορίνθου. Ἔφορος ἐννεακαιδεκάτῳ. Προστρόπαια πόλις Σικελίας. Τυμέναιον ὄρος περὶ Φρυγίαν. χωρὶς τοῦ Χαλαστραῖον νίτρον καὶ Ἠλακαταῖον ὄρος Θεσσαλίας καὶ Καναστραῖον ἄκρον Θρᾴκης καὶ Μακεδονίας, ὃ καὶ Κάναστρον λέγεται, καὶ Ἀραχναῖον ὄρος Ἄργους. Καλλίμαχος Αἰτίων αʹ. καὶ Ἀμυκλαῖον πόλις ἐν Κρήτῃ καὶ ὅρμος. τὰ γὰρ διὰ τοῦ 'αιον' ἁπλᾶ ὑπὲρ τρεῖς συλλαβὰς ἔχοντα τὴν τετάρτην ἀπὸ τέλους διὰ τοῦ 'α' καὶ τὴν ἑξῆς διὰ τοῦ 'α' ἢ διὰ τοῦ 'υ' περισπᾶται. πρόσκειται δ´ ἁπλᾶ διὰ τὸ κατάγαιον. ἔτι δὲ καὶ τὸ Στεφαναῖον πόλις Φωκίδος, ἣ καὶ Στεφάνη λέγεται, καὶ τὸ Κορυφαῖον, ὄρος ἐστὶ τῶν Ἐπιδαυρίων, ἐν ᾧ τιμᾶται Ἄρτεμις Κορυφαία. Παυσανίας δευτέρῳ (c. 28, 2). καὶ τὸ Τιλφωσσαῖον ὄρος ἐν Ἀλαλκομενίᾳ. Ἔφορος—προπερισπᾶται. Τὰ διὰ τοῦ 'ειον' τρισύλλαβα προπαροξύνεται κύρια ὄντα, Βούδειον. Ὅμηρος «ὅς ῥ´ ἐν Βουδείῳ εὖ ναιομένῳ» (Il. Π 572). πόλις ἐν Μαγνησίᾳ τῇ κατὰ Εὐρώπην ἀπὸ τοῦ οἰκίσαντος Βουδείου. λέγεται καὶ Βούδεια. Χλούνειον τόπος ἐν Αἰτωλίᾳ, ὅπου ἦν ὁ χλούνης.
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 173 (56.9%) word LCS 29 (54.7%)
Show overlap highlight
…καὶ Ἥρα Ἥραιον, οὕτω Νακόλη Νακόλαιον. Κοτύλαιον ὄρος Εὐβοίας ἀνακείμενον Ἀρτέμιδι, ὥς φησιν Ἀρχέμαχος ἐν Εὐβοϊκῶν βʹ. Κυδαθήναιον δῆμος τῆς Πανδιονίδος φυλῆς. Παντικάπαιον πόλις μεγίστη, τῶν κατὰ Βόσπορον μητρόπολις. ᾠκίσθη δὲ παρὰ Αἰήτου παιδός, λαβόντος τὸν τόπον παρὰ Ἀγαήτου τοῦ Σκυθῶν βασιλέως καὶ καλέσαντος τὴν πόλιν ἀπὸ τοῦ παραρρέοντος ποταμοῦ Παντικάπου. Λαπίθαιον ὄνομα ὄρους τῆς Λακωνικῆς. Φοινίκαιον ὄρος Κορίνθου. Ἔφορος ἐννεακαιδεκάτῳ. Προστρόπαια πόλις Σικελίας. Τυμέναιον ὄρος περὶ Φρυγίαν. χωρὶς τοῦ Χαλασ…
Παντικάπαιον, πόλις μεγίστη, τῶν κατὰ Βόσπορον μητρόπολις. ᾠκίσθη δὲ παρὰ Αἰήτου παιδός, λαβόντος τὸν τόπον παρὰ Ἀγαήτου τοῦ Σκυθῶν βασιλέως καὶ καλέσαντος τὴν πόλιν ἀπὸ τοῦ παραρρέοντος ποταμοῦ Παντικάπου. ὁ πολίτης Παντικαπαιεύς. λέγεται καὶ Παντικαπαιάτης. ἐστι δὲ Παντικαπεύς, ὡς ἀπὸ τοῦ Παντικάπη, ὡς τοῦ Σινώπη τὸ Σινωπεύς. τὸ δὲ Παντικάπη κεῖται παρὰ Εὐστοχίῳ.
char LCS 95 (43.2%) word LCS 27 (60.0%)
Show overlap highlight
… καὶ Καναστραῖον ἄκρον Θρᾴκης καὶ Μακεδονίας, ὃ καὶ Κάναστρον λέγεται, καὶ Ἀραχναῖον ὄρος Ἄργους. Καλλίμαχος Αἰτίων αʹ. καὶ Ἀμυκλαῖον πόλις ἐν Κρήτῃ καὶ ὅρμος. τὰ γὰρ διὰ τοῦ 'αιον' ἁπλᾶ ὑπὲρ τρεῖς συλλαβὰς ἔχοντα τὴν τετάρτην ἀπὸ τέλους διὰ τοῦ 'α' καὶ τὴν ἑξῆς διὰ τοῦ 'α' ἢ διὰ τοῦ 'υ' περισπᾶται. πρόσκειται δ´ ἁπλᾶ διὰ τὸ κατάγαιον. ἔτι δὲ καὶ τὸ Στεφαναῖον πόλις Φωκίδος, ἣ καὶ Στεφάνη λέγεται, καὶ τὸ Κορυφαῖον, ὄρος ἐστὶ τῶν Ἐπιδαυρίων, ἐν ᾧ …
Ἀραχναῖον, ὄρος Ἄργους. Καλλίμαχος Αἰτίων αʹ. προπερισπαστέον δέ· τὰ γὰρ διὰ τοῦ « αιον » ἁπλᾶ ὑπὲρ τρεῖς συλλαβὰς ἔχοντα τὴν τετάρτην ἀπὸ τέλους διὰ τοῦ « α » καὶ τὴν ἑξῆς διὰ τοῦ « α » ἢ διὰ τοῦ « υ » προπερισπᾶται, Χαλαστραῖον Καναστραῖον Ἀμυκλαῖον. πρόσκειται δ´ ἁπλᾶ διὰ τὸ κατάγαιον.
char LCS 66 (100.0%) word LCS 11 (100.0%)
Show overlap highlight
…αταῖος περιηγήσει Εὐρώπης. Νακόλαιον πόλις Φρυγίας, ἣ καὶ Νακόλεια, ἀπὸ Νακόλης νύμφης· ὥσπερ γὰρ ἀπὸ τοῦ νύμφη νύμφαιον καὶ Ἥρα Ἥραιον, οὕτω Νακόλη Νακόλαιον. Κοτύλαιον ὄρος Εὐβοίας ἀνακείμενον Ἀρτέμιδι, ὥς φησιν Ἀρχέμαχος ἐν Εὐβοϊκῶν βʹ. Κυδαθήναιον δῆμος τῆς Πανδιονίδος φυλῆς. Παντικάπαιον πόλις μεγίστη, τῶν κατὰ Βόσπορον μητρόπολις. ᾠκίσθη δὲ παρὰ Αἰήτου παιδός, λαβόντος τὸν τόπον παρὰ Ἀγαή…
Κοτύλαιον, ὄρος Εὐβοίας, ἀνακείμενον Ἀρτέμιδι, ὥς φησιν Ἀρχέμαχος ἐν Εὐβοϊκῶν βʹ.
char LCS 52 (21.0%) word LCS 10 (20.8%)
Show overlap highlight
…ρος ἐν Ἀλαλκομενίᾳ. Ἔφορος—προπερισπᾶται. Τὰ διὰ τοῦ 'ειον' τρισύλλαβα προπαροξύνεται κύρια ὄντα, Βούδειον. Ὅμηρος «ὅς ῥ´ ἐν Βουδείῳ εὖ ναιομένῳ» (Il. Π  572). πόλις ἐν Μαγνησίᾳ τῇ κατὰ Εὐρώπην ἀπὸ τοῦ οἰκίσαντος Βουδείου. λέγεται καὶ Βούδεια. Χλούνειον τόπος ἐν Αἰτωλίᾳ, ὅπου ἦν ὁ χλούνης.
Βούδεια, πόλις ἐν Μαγνησίᾳ [τῇ κατὰ Εὐρώπην], ἀπὸ τοῦ οἰκίσαντος Βουδείου. οὕτω τιμᾶται Βούδεια ἡ Ἀθηνᾶ ἐν Θετταλίᾳ. Λυκόφρων ἡ πολλὰ δὴ Βούδειαν αἴθυιαν κόρην ἀρωγὸν αὐδάξασα τάρροθον γάμων. Ὅμηρος Βούδειον ἔφη “ὅς ῥ´ ἐν Βουδείῳ εὖ ναιομένῳ”. ἔστι καὶ Βούδεια πόλις Φρυγίας. ἔστι καὶ Βούδειοι…
char LCS 42 (68.9%) word LCS 5 (62.5%)
Show overlap highlight
…δός, λαβόντος τὸν τόπον παρὰ Ἀγαήτου τοῦ Σκυθῶν βασιλέως καὶ καλέσαντος τὴν πόλιν ἀπὸ τοῦ παραρρέοντος ποταμοῦ Παντικάπου. Λαπίθαιον ὄνομα ὄρους τῆς Λακωνικῆς. Φοινίκαιον ὄρος Κορίνθου. Ἔφορος ἐννεακαιδεκάτῳ. Προστρόπαια πόλις Σικελίας. Τυμέναιον ὄρος περὶ Φρυγίαν. χωρὶς τοῦ Χαλαστραῖον νίτρον καὶ Ἠλακαταῖον ὄρος Θεσσαλίας καὶ Καναστραῖον ἄκρον Θρᾴκης καὶ Μακεδονία…
Φοινίκαιον, ὄρος Κορίνθου. Ἔφορος ἐννεακαιδεκάτῳ. τὸ ἐθνικὸν Φοινικαῖος.
char LCS 41 (47.7%) word LCS 7 (46.7%)
Show overlap highlight
…'υ' περισπᾶται. πρόσκειται δ´ ἁπλᾶ διὰ τὸ κατάγαιον. ἔτι δὲ καὶ τὸ Στεφαναῖον πόλις Φωκίδος, ἣ καὶ Στεφάνη λέγεται, καὶ τὸ Κορυφαῖον, ὄρος ἐστὶ τῶν Ἐπιδαυρίων, ἐν ᾧ τιμᾶται Ἄρτεμις Κορυφαία. Παυσανίας δευτέρῳ (c. 28, 2). καὶ τὸ Τιλφωσσαῖον ὄρος ἐν Ἀλαλκομενίᾳ. Ἔφορος—προπερισπᾶται. Τὰ διὰ τοῦ 'ειον' τρισύλλαβα προπαροξύνεται κύρια ὄντα, Βούδειον. Ὅμηρος «ὅς ῥ´ ἐν Βο…
Κορυφαῖον, ὄρος ἐπὶ τῷ Ἐπιδαυρίῳ, ἐν ᾧ τιμᾶται Ἄρτεμις Κορυφαία. Παυσανίας δευτέρῳ. τὸ ἐθνικὸν Κορυφαῖος.
char LCS 41 (64.1%) word LCS 6 (75.0%)
Show overlap highlight
πόλις Θεσσαλίας ὡς Ἑκαταῖος περιηγήσει Εὐρώπης. Νακόλαιον πόλις Φρυγίας, ἣ καὶ Νακόλεια, ἀπὸ Νακόλης νύμφης· ὥσπερ γὰρ ἀπὸ τοῦ νύμφη νύμφαιον καὶ Ἥρα Ἥραιον, οὕτω Νακόλη Νακόλαιον. Κοτύλαιον ὄρος Εὐβοίας ἀν…
Φωτίναιον, προπαροξυτόνως, πόλις Θεσσαλίας, ὡς Ἑκαταῖος περιηγήσει Εὐρώπης.
char LCS 35 (23.0%) word LCS 5 (20.8%)
Show overlap highlight
…νύμφης· ὥσπερ γὰρ ἀπὸ τοῦ νύμφη νύμφαιον καὶ Ἥρα Ἥραιον, οὕτω Νακόλη Νακόλαιον. Κοτύλαιον ὄρος Εὐβοίας ἀνακείμενον Ἀρτέμιδι, ὥς φησιν Ἀρχέμαχος ἐν Εὐβοϊκῶν βʹ. Κυδαθήναιον δῆμος τῆς Πανδιονίδος φυλῆς. Παντικάπαιον πόλις μεγίστη, τῶν κατὰ Βόσπορον μητρόπολις. ᾠκίσθη δὲ παρὰ Αἰήτου παιδός, λαβόντος τὸν τόπον παρὰ Ἀγαήτου τοῦ Σκυθῶν βασιλέως καὶ καλέσαντος τὴν…
Κυδαθήναιον, δῆμος τῆς Πανδιονίδος φυλῆς. ὁ δημότης Κυδαθηναιεύς. ἐντεῦθεν ἦν Νικοχάρης ὁ κωμικός. καὶ “κύων Κυδαθηναιεύς”. τὰ τοπικὰ ἐκ Κυδαθηναιέων εἰς Κυδαθηναιέων ἐν Κυδαθηναιέων.
char LCS 31 (14.8%) word LCS 5 (12.5%)
Show overlap highlight
…μητρόπολις. ᾠκίσθη δὲ παρὰ Αἰήτου παιδός, λαβόντος τὸν τόπον παρὰ Ἀγαήτου τοῦ Σκυθῶν βασιλέως καὶ καλέσαντος τὴν πόλιν ἀπὸ τοῦ παραρρέοντος ποταμοῦ Παντικάπου. Λαπίθαιον ὄνομα ὄρους τῆς Λακωνικῆς. Φοινίκαιον ὄρος Κορίνθου. Ἔφορος ἐννεακαιδεκάτῳ. Προστρόπαια πόλις Σικελίας. Τυμέναιον ὄρος περὶ Φρυγίαν. χωρὶς τοῦ Χαλαστραῖον νίτρον καὶ Ἠλακαταῖον ὄρος Θεσ…
…ίθη, πόλις Θεσσαλίας, ὡς Ἐπαφρόδιτος ἐν τοῖς Ὁμηρικοῖς, ἀπὸ Λαπίθου τοῦ Περίφαντος. οἱ οἰκήτορες Λαπίθαι, οὐκ ἀπὸ τῆς πόλεως, ἀλλ´ ἀπὸ τοῦ ἔθνους, ὡς Πισίδαι καὶ Ἴωνες καὶ Θετταλοί. Λαπίθαι γὰρ ἔθνος Θεσσαλίας. ἔστι καὶ Λαπίθαιον ὄνομα ὄρους τῆς Λακωνικῆς.