Prosodia Catholica (Herodian)

Passage 1.372
← Index
1.372
No summary yet
ἢ κώνειον, γένειον, δάνειον, κράνειον, κάνειον ὃ καὶ κάνεον, Φάνειον, Πάνειον, κτένειον, ὃ φοροῦσιν αἱ γυναῖκες ἐπὶ τοῦ ἀναδήματος, κύνειον. τὸ δὲ κοινεῖον προπερισπᾶται οὐκ εἰς ἓν φωνῆεν λῆγον καὶ λυχνεῖον καὶ πορνεῖον, οὐ μόνον ἔχοντα τὸ 'ν'. * Τὰ διὰ τοῦ 'ειον' μονογενῆ τρισύλλαβα ἀπὸ ἑνὸς συμφώνου ἀρχόμενα ἔχοντα τὸ 'η' ἢ τὸ 'ω', μὴ ἔχοντα τὸ 'μ' πρὸ τῆς 'ει' διφθόγγου, προπαροξύνεται, κώρειον, ζήτρειον καὶ ζώτειον, ὁ μύλος ὅπου αἱ ζειαὶ ἐκόπτοντο ἢ τόπου ὄνομα ὅπου οἱ δοῦλοι ἐκολάζοντο, γήτειον, χήλειον ὃ καὶ χέλειον, γήρειον, βήχειον ἡ βοτάνη, κήτειον ἡ βοτάνη τῇ ἀνθέρικι παραπλήσιον εἰς ἔμετον ἐπιτήδειος, μεθ´ ὧν καὶ βρένθειον εἶδος πολυτελοῦς μύρου. Τὰ διὰ τοῦ 'ειον' μονογενῆ τρισύλλαβα χωρὶς τῶν εἰρημένων προπερισπᾶται, πορθμεῖον, στοιχεῖον, ἀγγεῖον, γραφεῖον, ᾠδεῖον, σημεῖον, μνημεῖον, πρωτεῖον, σφηκεῖον, ἠχεῖον, πορνεῖον, λυχνεῖον, ἀρχεῖον, φυλλεῖον τῶν λαχάνων τὸ ἕωλον καὶ φαῦλον, χυτρεῖον, χυρρεῖον τὸ ξύλινον δεσμωτήριον. τοπεῖον τὸ σχοινίον τῆς νεώς. σκαφεῖον τὸ γεωργικὸν ἐργαλεῖον, κουρεῖον τὸ κοινῶς λεγόμενον. τὸ δὲ ἰδίως παρ´ Ἀθηναίοις προπαροξύνεται· οὕτω γὰρ καλεῖται ἐν Ἀττικῇ τὸ ἱερεῖον θυόμενον, ἡνίκα ἐγράφοντο οἱ κοῦροι εἰς τοὺς φράτορας. χαλκεῖον τόπος καὶ ἑορτή. τοῦτο γὰρ ἡ πλείων χρῆσις προπερισπᾷ. πρεσβεῖον, λοφεῖον ἡ θήκη τῆς περικεφαλαίας. μουσεῖον, βραβεῖον, φορεῖον, πορεῖον ἀντὶ τοῦ ὀχήματος. ποδεῖον εἴλημα τῶν ποδῶν. πομπεῖον ὁ τόπος. ὀχεῖον ἡ ἄγκυρα. τὸ δὲ παρειόν «ὦχρος δέ μιν εἷλε παρειά» (Γ 35) ὀξύνεται. τὰ γὰρ ἀπὸ τῶν τοιούτων θηλυκῶν μεταποιούμενα εἰς οὐδέτερον γένος τοῦ αὐτοῦ σημαινομένου μένοντος τὸν αὐτὸν φυλάσσει τόνον, πλευραί πλευρά, πυραί πυρά. οὐκ ἀντίκειται τὸ νευραί καὶ νεῦρα. διάφορον
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

No overlaps computed yet.