Discussion of Greek place-names and adjectival formations with the suffix -ειον/-ῖον, rules of accentuation (properispomenon, proparoxytone) and examples (Ἀσκληπιεῖον, Πτολεμαεῖον, Ὀλυμπιεῖον, etc.), and related nouns for buildings and professions.
ὁμοίως καὶ Θετίδειον. ἔστι δὲ καὶ πόλις Θεσσαλικὴ Θετίδειον. Ἑλλάνικος. λέγεται δὲ καὶ Θεστίδειον. ἔστι καὶ λίμνη Θρᾴκης, παρ´ ᾗ Νῦσα χωρίον. προπερισπῶνται δ´ ὁμοίως, ὅσα ἔχει προϋπάρχοντα εἰς 'ος' καθαρόν, παραληγόμενα ἢ μόνῳ τῷ 'ι' ἢ προηγουμένου αὐτοῦ τοῦ 'α' ὥστε εἶναι πρὸ τέλους τὴν 'αι' δίφθογγον ἢ ὅσα κτητικά, Ἀσκληπιεῖον· Ἀσκληπιός γάρ. Πτολεμαεῖον· Πτολεμαῖος γάρ. Ὀλυμπιεῖα τὰ Ἀθήνησι, Ὀλύμπιος γάρ· ἔστι καὶ Ὀλυμπιεῖον τόπος ἐν Δήλῳ, ὃν κτίσαντες οἱ Ἀθηναῖοι χρήμασιν Ἀδριανοῦ νέας Ἀθήνας Ἀδριανὰς ἐκάλεσαν ὡς Φλέγων ἐν Ὀλυμπιάδων ιεʹ. Καπετωλιεῖα καὶ Καπετωλεῖα ἐν συναιρέσει· Καπετώλιος γάρ. Ἀμμωνιεῖον· τὸ γὰρ κτητικὸν Ἀμμώνιος διὰ τοῦ 'ι'. προπαροξύνεται δὲ τὰ κτητικὰ ὥσπερ τὰ ἀρσενικά, Ἡράκλειον, Αἰάκειον, Διοσκούρειον, Πλουτώνειον, Ποσειδώνειον, Χαρώνειον, Ἑλένειον, Κλεοπάτρειον, Τιμώνειον, Μαυσώλειον, Καισάρειον, Ὁμήρειον, Λαμπέτειον. τὸ δὲ Ἡφαιστεῖον προπερισπᾶται καὶ τὸ Κορυβαντεῖον ναὸς τῶν Κορυβάντων. Τὰ διὰ τοῦ 'ειον' ὑπὲρ τρεῖς συλλαβὰς μὴ ὄντα ἐπὶ τεμενῶν ἢ κύρια προπερισπῶνται, ἁπλᾶ ὄντα ἢ παρασύνθετα θωρακεῖον, πανδοκεῖον, διδασκαλεῖον, βαλανεῖον, ἐλεγεῖον, ἐπισκοπεῖον, ἡμεροσκοπεῖον. ἔστι καὶ πόλις Κελτιβήρων Ἡμεροσκοπεῖον Φωκαέων ἄποικος. Ἀρτεμίδωρος δευτέρῳ λόγῳ γεωγραφουμένων. τεκτονεῖον, ἰαμβεῖον, ἀσωτεῖον, δοκιμεῖον, ἑστιατορεῖον, προσωπεῖον, μορμολυκεῖον, ἱερεῖον, μεγαλλεῖον ὄνομα μύρου ἀπὸ Μεγάλου Σικελιώτου εὑρόντος αὐτό. σκευοφορεῖον, τὸ ἐπὶ τῶν ὤμων ἀμφίκοιλον ξύλον, ἀφ´ οὗ ἀπαρτῶσι ξύλα. σκιραφεῖον, ὅπερ δηλοῖ τὸν τόπον, εἰς ὃν οἱ κυβευταὶ συνίασι. ταμιεῖον, οἶκος ἐν ᾧ τὰ ἀναγκαῖα ἀπετίθεσαν ὡς Ἀριστοφάνης καὶ Κρατῖνος καὶ ἄλλοι. μαγειρεῖον, ἰατρεῖον, βυρσοδεψεῖον, δευτερεῖον, ὀπτανεῖον· παρὰ δὲ τοῖς Ἀττικοῖς καὶ διὰ τοῦ 'ι' γράφεται καὶ προπαροξύνεται οἷον ὀπτάνιον. κηρυκεῖον τὸ μονογενὲς καὶ προσηγορικόν, ὅπερ ἐπίσταται καὶ ἡ
Likewise also Θετίδειον. There is also a Thessalian city Θετίδειον. Hellanicus. It is also called Θεστίδειον. There is also a lake of Thrace, beside which is a place Nῦσα. And they are circumflexed on the antepenult likewise—whatever have a pre-existing form in pure -ος, with the penult consisting either of the single ι, or with α preceding it so that the diphthong αι is before the end; or whatever are possessive: Ἀσκληπιεῖον; for it is from Ἀσκληπιός. Πτολεμαεῖον; for it is from Πτολεμαῖος. Ὀλυμπιεῖα, the festival at Athens; for it is from Ὀλύμπιος; and there is also an Ὀλυμπιεῖον, a place in Delos, which, after founding it, the Athenians, with Hadrian’s money, called New Athens, Hadrianic, as Phlegon says in the fifteenth book of the Olympiads. Καπετωλιεῖα and Καπετωλεῖα by contraction; for it is from Καπετώλιος. Ἀμμωνιεῖον; for the possessive Ἀμμώνιος is written with ι. And possessives are accented with the antepenult acute, just like the masculine forms: Ἡράκλειον, Αἰάκειον, Διοσκούρειον, Πλουτώνειον, Ποσειδώνειον, Χαρώνειον, Ἑλένειον, Κλεοπάτρειον, Τιμώνειον, Μαυσώλειον, Καισάρειον, Ὁμήρειον, Λαμπέτειον. But Ἡφαιστεῖον is circumflexed on the antepenult, and also Κορυβαντεῖον, a temple of the Corybants. Forms in -ειον, of more than three syllables, when they are not names of precincts or proper names, are circumflexed on the antepenult, whether simple or quasi-compound: θωρακεῖον, πανδοκεῖον, διδασκαλεῖον, βαλανεῖον, ἐλεγεῖον, ἐπισκοπεῖον, ἡμεροσκοπεῖον. There is also a city of the Celtiberians, Ἡμεροσκοπεῖον, a colony of the Phocaeans. Artemidorus, in the second book of the Geographoumena. τεκτονεῖον, ἰαμβεῖον, ἀσωτεῖον, δοκιμεῖον, ἑστιατορεῖον, προσωπεῖον, μορμολυκεῖον, ἱερεῖον, μεγαλλεῖον, the name of an unguent, from Megalos the Siceliote who discovered it. σκευοφορεῖον, the double-hollow piece of wood on the shoulders, from which they hang pieces of wood. σκιραφεῖον, which denotes the place into which dice-players gather. ταμιεῖον, a room in which they used to store necessities, as Aristophanes and Cratinus and others (say). μαγειρεῖον, ἰατρεῖον, βυρσοδεψεῖον, δευτερεῖον, ὀπτανεῖον; but among the Attic writers it is also written with ι and accented with the antepenult acute, as ὀπτάνιον. κηρυκεῖον, the single-formed and appellative (term), which also the … knows.