συνήθεια, τὸ γὰρ ἐπιθετικὸν κηρύκειον τὸν τοῦ κηρύκειος τόνον ἐφύλαξε καὶ τὸ κύριον προπαροξύνεται. τὸ δὲ ὠκυτόκειον καὶ ἄλλα σύνθετα προπαροξύνεται. * Τὰ εἰς 'ον' καθαρὸν παραληγόμενα τῷ 'α' σπάνια ὄντα βαρύνεται, Μέταον πόλις Λέσβου, ἣν Μέτας Τυρρηνὸς ᾤκισεν, ὡς Ἑλλάνικος. * Τὰ εἰς 'ον' παραληγόμενα τῇ 'αυ' διφθόγγῳ σπάνια ὄντα βαρύνεται, Σαῦα κώμη τῆς εὐδαίμονος Ἀραβίας, Ἄναυα πόλις Φρυγίας, ὡς Ἡρόδοτος ( 7, 30). Τὰ εἰς 'ον' καθαρὸν παραληγόμενα τῷ 'υ' βαρύνεται, πτύον, βρύον, πύον τὸ ἔμπυον τὸ καὶ πυός. θρύον· ἔστι καὶ πόλις τῆς Μεσσηνίας ἐκ τῶν ἐν αὐτῇ φυομένων θρύων ὁμωνύμως τῷ φυτῷ λεγομένη. λέγεται δὲ ἀπὸ φυτοῦ Θρυόεις καὶ Θρυόεσσα. θύον ὃ καὶ θύος λέγεται. Κύον πόλις Καρίας. Ἀπολλώνιος τετάρτῃ Καρικῶν, μεθ´ ὧν καὶ γυῖον τῇ 'υι' διφθόγγῳ παραληγόμενον καὶ οὐκ ἔχον ὁμοίου παράθεσιν. κάρυον, κρόμμυον, δίκτυον, ἔμβρυον, δάκρυον, κρήγυον, ἄρκυον, μήνυον εἶδος ἄνθους, γεράνδρυον, μεσόφρυον, ἔνδρυον, γήθυον τὸ ἀμπελόπρασον. Ἔγγυον πόλις Σικελίας. Τὰ εἰς 'ον' δισύλλαβα παραληγόμενα τῇ 'οι' διφθόγγῳ ὀξύνεται, γλοιόν, τὸ τοῖς πώγωσι τῶν τράγων ἐπισυναγόμενον ἀπὸ τῆς ὕλης, Κροιόν ὄνομα ὄρους. βοιόν τῶν πεντήκοντα ἐτῶν ἀριθμός. ἔστι καὶ Βοιόν Δωρικὴ πόλις, ἣ καὶ θηλυκῶς λέγεται, μοιόν τὸ αἰδοῖον. τὸ δὲ πλοῖον προπερισπᾶται ὡς πάσχον διαίρεσιν αἰολικῶς. πλόϊον γὰρ λέγεται. Τὰ εἰς 'ον' δισύλλαβα μονογενῆ παραληγόμενα τῷ 'ω' μετὰ τοῦ 'ι'
Pending translation