Prosodia Catholica (Herodian)

Passage 1.377
← Index
1.377
No summary yet
ἀρχόμενα ἀπὸ συμφώνου προπερισπᾶται, ζῷον, εὕρηται δὲ καὶ κατὰ διάστασιν παρὰ τῷ Σιμωνίδῃ (fr. 13) οἷον τόδ´ ἡμῖν ἑρπετὸν παρέπτατο, τὸ ζωΐων κάκιστον ἔκτηται βίον. Πτῷον ὄρος, ὅπερ φασὶ κληθῆναι ἀπὸ Πτῴου παιδὸς Ἀκραιφέως καὶ Εὐξίππης ἢ ὅτι Λητὼ ἐκεῖ βουλομένην τεκεῖν κάπρος ἐπιφανεὶς ἐπτόησεν. τὸ μέντοι ᾠόν ὀξύνεται· ἀπὸ φωνήεντος γὰρ ἄρχεται. λέγεται δὲ καὶ ἐν διαλύσει ὤϊον παρὰ τῇ Σαπφοῖ (fr. 56 Bergk), φαῖσι δή ποτα Λήδαν ὑακίνθινον πεπυκαδμένον ὤϊον εὕρην. καὶ ὤεον ἐν πλεονασμῷ τοῦ 'ε'. Τὰ εἰς 'ον' ὑπερδισύλλαβα μονογενῆ τῇ 'οι' διφθόγγῳ παραληγόμενα ἢ τῇ 'ῳ' ταύτην ἔχουσι τὴν διαίρεσιν· προπαροξύνεται μέν, ὅσα σύνθετά ἐστι, ὑπεσταλμένων τῶν ἀπὸ προθέσεως, Ἀκρόθοιον, ᾧ ἠκολούθησε καὶ τὸ Βάλοιον πόλις Μακεδονίας καὶ Μετάχοιον φρούριον Βοιωτίας μεταξὺ Ὀρχομενοῦ καὶ Κορωνείας. Ἔφορος τριακοστῷ. καὶ Σίντοιον φρούριον Ἀρμενίας κτίσμα Γαλατῶν. ἑκατόμβοιον, εἰκοσάβοιον, πεντηκοσάβοιον, ἐννεάβοιον. τὸ δὲ μητρῷον, ἡρῷον, ὑπερῷον προπερισπᾶται, ὥσπερ καὶ τὰ ἀρσενικά. τὸ δὲ περίστῳον προπαροξύνεται· τὸ δὲ προστῷον προπερισπᾶται. καὶ ὤφειλεν ἢ τὰ δύο προπερισπᾶσθαι ἢ τὰ δύο προπαροξύνεσθαι, ἐπειδὴ ἀπὸ τοῦ στοιά ἀμφότερα γέγονεν. ἐνίοτε δὲ τὰ διὰ τοῦ 'ῳον' διὰ ποιητικὴν χρείαν διαλύονται, ὑπερῷον ὑπερώϊον, περίστῳον περιστώϊον, μητρῷον μητρώϊον. Πᾶν οὐδέτερον εἰς 'ον' πρὸ τοῦ 'ο' σύμφωνον ἔχον εἴτε ἁπλοῦν εἴτε σύνθετον, εἰ μὲν δισύλλαβόν ἐστιν, βαρύνεται ἤτοι παροξύνεται καὶ προπερισπᾶται, εἰ δὲ ὑπὲρ δύο συλλαβὰς ὑπάρχει, προπαροξύνεται,
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 67 (29.0%) word LCS 9 (20.0%)
Show overlap highlight
… ταύτην ἔχουσι τὴν διαίρεσιν· προπαροξύνεται μέν, ὅσα σύνθετά ἐστι, ὑπεσταλμένων τῶν ἀπὸ προθέσεως, Ἀκρόθοιον, ᾧ ἠκολούθησε καὶ τὸ Βάλοιον πόλις Μακεδονίας καὶ Μετάχοιον φρούριον Βοιωτίας μεταξὺ Ὀρχομενοῦ καὶ Κορωνείας. Ἔφορος τριακοστῷ. καὶ Σίντοιον φρούριον Ἀρμενίας κτίσμα Γαλατῶν. ἑκατόμβοιον, εἰκοσάβοιον, πεντηκοσάβοιον, ἐννεάβοιον. τὸ δὲ μητρῷον, ἡρῷον, ὑπερῷον προπερισπᾶται, ὥσπερ καὶ τὰ…
Μετάχοιον, φρούριον Βοιωτίας μεταξὺ Ὀρχομενοῦ καὶ Κορωνείας. Ἔφορος τριακοστῷ. τὸ ἐθνικὸν ἐκ Μεταχοίου, ὡς τὸ ἐξ Οἴου, [Οἶον δὲ δῆμος τῆς Ἀττικῆς] ὡς λέλεκται· ἢ Μεταχοιάτης· καὶ γὰρ Οἶος πολίχνιον, ἧς τὸ ἐθνικὸν Οἰάτης. Ἀνδροτίων δὲ ἐν τῷ ζʹ Μετάχοιρον αὐτῶν φησὶ καὶ ἴσως περιφραστικῶς.
char LCS 61 (15.0%) word LCS 10 (13.7%)
Show overlap highlight
…διάστασιν παρὰ τῷ Σιμωνίδῃ (fr. 13) οἷον τόδ´ ἡμῖν ἑρπετὸν παρέπτατο, τὸ ζωΐων κάκιστον ἔκτηται βίον. Πτῷον ὄρος, ὅπερ φασὶ κληθῆναι ἀπὸ Πτῴου παιδὸς Ἀκραιφέως καὶ Εὐξίππης ἢ ὅτι Λητὼ ἐκεῖ βουλομένην τεκεῖν κάπρος ἐπιφανεὶς ἐπτόησεν. τὸ μέντοι ᾠόν ὀξύνεται· ἀπὸ φωνήεντος γὰρ ἄρχεται. λέγεται δὲ καὶ ἐν διαλύσει ὤϊον παρὰ τῇ Σαπφοῖ (fr. 56 Bergk), φαῖσι δή ποτα Λήδαν ὑακίνθινον πεπυκαδμένον…
Ἀκραιφία, πόλις Βοιωτίας. οἱ δὲ Ἀκραίφιον, Παυσανίας δὲ [Ἀκραίφνιον] καὶ οὐδετέρως. ἦν δ´ ὑπὸ Ἀθάμαντος κτισθεῖσα ἢ ὑπὸ Ἀκραιφέως τοῦ Ἀπόλλωνος. καὶ ὄρος κληθῆναι ἀπὸ Πτώου παιδὸς αὐτοῦ καὶ Εὐξίππης, ἢ ὅτι Λητὼ ἐκεῖ βουλομένην τεκεῖν κάπρος ἐπιφανεὶς ἐπτόησε. τὸ ἐθνικὸν Ἀκραιφιαῖος καὶ Ἀκραίφιος (οὕτω γὰρ Ἀπόλλων τιμᾶται) καὶ [Ἀκραιφιεύς καὶ] Ἀκραιφιάς, ὡς Σουνιεύς Σουνιάς, καὶ Ἀκραιφὶς λίμνη. Ἔφορος δὲ καὶ Ἀκραιφνίους καὶ Ἀκραιφνιώτας. Θεόπομπος δὲ τὰ Ἀκραίφνια φησὶ καὶ τὸ…
char LCS 37 (67.3%) word LCS 5 (62.5%)
Show overlap highlight
…ῶν ἀπὸ προθέσεως, Ἀκρόθοιον, ᾧ ἠκολούθησε καὶ τὸ Βάλοιον πόλις Μακεδονίας καὶ Μετάχοιον φρούριον Βοιωτίας μεταξὺ Ὀρχομενοῦ καὶ Κορωνείας. Ἔφορος τριακοστῷ. καὶ Σίντοιον φρούριον Ἀρμενίας κτίσμα Γαλατῶν. ἑκατόμβοιον, εἰκοσάβοιον, πεντηκοσάβοιον, ἐννεάβοιον. τὸ δὲ μητρῷον, ἡρῷον, ὑπερῷον προπερισπᾶται, ὥσπερ καὶ τὰ ἀρσενικά. τὸ δὲ περίστῳον προπαροξύνεται· τὸ δ…
Σίντοιον, φρούριον Ἀρμενίας, κτίσμα Γαλατῶν. τὸ ἐθνικὸν Σιντοιεύς.