1.38
Discussion of accentuation and declension of proper names in -ῶν (Ξενοφῶν, Κτησιφῶν, Δημοφῶν, Ἀντιφῶν, Τυφῶν, ταῶν) focusing on Ποσειδῶν: whether it is recessive or oxytone, morphological division, case endings, vocative forms, dialectal variants, and processes (division, cline, elision, vocative, dialectal development, synaeresis).
περισπᾶται, Ξενοφῶν, Ἱπποκῶν, Δημοφῶν, Ἀντιφῶν, ἀμνοκῶν. σεσημείωται τὸ Ποσειδῶν καὶ ταῶν καὶ Τυφῶν περισπώμενα μέν, οὐ μέντοι διὰ τοῦ 'ντ' κλινόμενα. καὶ τὸ μὲν Ποσειδῶν ἔχει τοιαύτην ἀπολογίαν. οὐδὲν περισπώμενον εἰς 'δων' λήγει. τὸ δὲ Ποσειδῶν ἔχει τὸ 'δ' πρὸ τοῦ 'ω'. τῶν μὲν εἰς 'ων' περισπωμένων γίνεται διαίρεσις διὰ τοῦ 'ο', τοῦ δὲ Ποσειδῶν οὐ διὰ τοῦ 'ο', ἀλλ´ ἢ διὰ τοῦ 'ε' ἢ διὰ τοῦ 'α' οἷον Ποσειδέων καὶ Ποσειδάων· οὐκ ἄρα περισπᾶται. τὰ εἰς 'ων' περισπώμενα οὐ παραλήγεται φύσει μακρᾷ οἷον Κτησιφῶν Δεξικρῶν. τὸ δὲ Ποσειδῶν φύσει μακρᾷ παραλήγεται, ὥστε οὐ περισπώμενον. οὐδὲν περισπώμενον ἀποκόπτεται κατὰ γενικὴν πτῶσιν, τὸ δὲ Ποσειδῶν ἐξεκόπη παρ´ Ἀριστίᾳ Ποσειδῶ. Πάλιν τῶν εἰς 'ων' περισπωμένων ὁμόχρονος ἡ κλητικὴ τῇ εὐθείᾳ· ὁ Ξενοφῶν ὦ Ξενοφῶν ὁ Κτησιφῶν ὦ Κτησιφῶν. τοῦ Ποσειδῶνος δὲ οὐχ ἡ αὐτὴ κλητική, ὁ Ποσειδῶν γὰρ καὶ ὦ Πόσειδον διὰ τοῦ 'ο' μικροῦ, ὥστε οὐ περισπώμενον. οὐδὲν περισπώμενον ὑπὲρ δύο συλλαβὰς τρέπει τὸ 'ω' εἰς 'α' παρ´ Αἰολεῦσιν. τὸ δὲ Ποσειδῶν ἐγένετο Ποσίδαν. οὐκ ἄρα περισπώμενον. ἰδοὺ οὖν κατὰ ἑπτὰ τρόπους καὶ κανόνας δείκνυται τὸ Ποσειδῶν μὴ περισπώμενον, λέγω δὲ ἀπὸ ληγούσης, ἀπὸ διαιρέσεως, ἀπὸ κλίσεως, ἀπὸ παραληγούσης, ἀπὸ ἀποκοπῆς, ἀπὸ κλητικῆς καὶ ἀπὸ διαλέκτου. εἰ δὲ περισπώμενον οὐκ ἔστι, δηλονότι ὀξύνεται. καὶ γὰρ εἰς 'δων' πολλὰ ὀξύτονα Χελιδών Μυρμιδών. τὰ δ´ εἰς 'δων' λήγοντα διὰ 'ο' κλίνεται, χωρὶς εἰ μὴ παραλήγοιτο τῷ 'υ' οἷον Καλυδών Ἀμυδών. εἴπερ οὖν ὀξύτονον τὸ Ποσειδῶν, ἔδει διὰ τοῦ 'ο' κλίνεσθαι. οὐ κλίνεται δέ. οὐκ ἄρα ὀξύτονον. Δῆλον οὖν, ὅτι κατὰ ταῦτα πάντα μονῆρές ἐστι τὸ ὄνομα οὔτε τοῖς ὀξυνομένοις τὴν αὐτὴν ἀκολουθίαν σῶζον οὔτε τοῖς περισπωμένοις. Ἀλλ´ ἔστιν εἰπεῖν, ὅτι Ποσειδέων παροξυτόνως παρ´ Ἴωσι λέγεται ὁ θεός. ἐκ δὲ τούτου τοῦ Ποσειδέων συνῃρέθη Ποσειδῶν. ἐκ ταύτης οὖν συναλοιφῆς δείκνυται περισπώμενον. ἡ γὰρ ὀξεῖα καὶ βαρεῖα εἰς περισπωμένην συνέρχονται. —τὸ δὲ Τυφῶν καὶ ταῶν οὐκ ἐκλίθη διὰ τοῦ 'ντ', ἐπεὶ καὶ ἑτέραν ἔσχε κατάληξιν· Τυφῶς γὰρ καὶ ταῶς διὰ τοῦ 'ς'. Τὰ εἰς 'ων' θηλυκὰ μὴ ἐπὶ πόλεων κατηγορούμενα ὀξύνεται, ὁπότε μὴ διὰ τοῦ 'ω' κλίνεται, χιών, λαγών, τρυγών, σταγών, γοργών.
Pending translation