Place-names and geographical entries (cities, forts, mountains) with ancient citations and references
τὸ προσηγορικόν, ὅταν δὲ ἐπίθετον ᾖ, ὀξύνεται «εὖτ´ ἂν ὁ παῖς ἀπὸ μὲν γυαλὸν λίθον ἀγκάσασθαι». Μαίναλον τὸ ὄρος. Λάβδαλον ἄκρον τῶν Ἐπιπολῶν, Συρακουσῶν πλησίον. Θουκυδίδης ἕκτῃ (c. 97). Αἴκαλον φρούριον τῆς Ἰταλίας. Διονύσιος ἑκκαιδεκάτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. Γάμαλα κατοικία Συρίας. Γάβαλα πόλις Φοινίκης, ἣν θηλυκῶς Ἑκαταῖός φησιν, ὁ δὲ Στράβων Συρίας, πλησίον Λαοδικείας. ἔστι καὶ χώρα Ἀραβίας καὶ λέγεται ἡ πρώτη συλλαβὴ διὰ τοῦ 'ε' Γέβαλα. Ἰώσηπος (A. I. 2, 1). Δαίδαλα πόλις τῆς Ῥοδίας ἢ χωρίον. Στράβων ιδʹ. ἔστι καὶ ὄρος Λυκίας τὰ Δαίδαλα. ἡ δὲ πόλις ἀπὸ Δαιδάλου τοῦ Ἰκάρου ἡ ἐν Λυκίᾳ. διά τινος γὰρ ἕλους ἐπορεύετο τοῦ Νίνου ποταμοῦ, καὶ ὑπὸ χερσύδρου δηχθέντα τελευτῆσαι καὶ ἐκεῖ ταφῆναι καὶ κτισθῆναι πόλιν φησὶν Ἀλέξανδρος ἐν Λυκιακοῖς. ἔστι καὶ Ἰνδικῆς. καὶ Κρήτης ἄλλη. Πάσσαλα Μυλασέων ἐπίνειον. Πάταλα πόλις Ἰνδική. λέγεται καὶ Πατάλη. Σάταλα πόλις Ἀρμενίας, ὡς Ἀλέξανδρος ἐν Ἀσίᾳ. Καστάβαλα Κιλικίας πόλις. Στράβων ιβʹ. Κορύδαλλα πόλις Ῥοδίων. Ἑκαταῖος Ἀσίᾳ. Σώβαλα πόλις Καρίας. Τρίκαλον καὶ Τρίκαλα πόλις Σικελῶν. Φίλιστος. Τραύαλα πόλις Λυκίας. Θεάγγελα πόλις Καρίας. Κύβελα πόλις Φρυγίας καὶ ὄρος ἱερόν, ἀφ´ οὗ Κυβέλη ἡ Ῥέα λέγεται καὶ Κυβεληγενής καὶ Κυβελίς. Πείσανδρος δεκάτῳ. Κύψελα φρούριον τετειχισμένον ἐν Ἀρκαδίᾳ ὑπὸ Μαντινέων. Θουκυδίδης πέμπτῃ (c. 33). ἔστι καὶ Κύψελα πόλις Θρᾴκης πλησίον τοῦ Ἕβρου ποταμοῦ. Πύγελα πόλις Ἰωνίας. Σουάγγελα πόλις Καρίας, ἔνθα ὁ τάφος τοῦ Καρός, ὡς δηλοῖ καὶ τοὔνομα. καλοῦσι γὰρ οἱ Κᾶρες σοῦαν τὴν τάφον, γέλαν δὲ τὸν βασιλέα. Ἄρβηλα πόλις Περσικὴ ἀπὸ Ἀρβήλου τοῦ Ἀθμονέως. Στράβων ἑκκαιδεκάτῃ. Ἀρίνδηλα πόλις τρίτης Παλαιστίνης. Γλαῦκος δὲ κώμην αὐτὴν καλεῖ. Γαυγάμηλα τόπος Περσίδος. Ἀπολλόδωρος ἐν τῷ περὶ γῆς δευτέρῳ. Ἰσμάηλα τῆς Ἀραβίας χωρίον. Ὕδρηλα πόλις Καρίας. Ἐρατοσθένης τριακοστῷ τρίτῳ Γαλατικῶν. Ἄβιλα πόλις Φοινίκης. Αἴγιλα νῆσος μεταξὺ Κρήτης καὶ Πελοποννήσου. Ἄργιλα πόλις Καρίας. Αὔγιλα πόλις Λιβύης. Ἀπολλόδωρος βʹ περὶ γῆς. Ζήϊλα πόλις Καππαδοκίας, ἣν ἔκτισεν ὁ Νικομήδους υἱὸς Ζηΐλας. Δρόγγιλον χωρίον Θρᾴκης. Θεόπομπος Φιλιππικῶν θʹ. Τάξιλα πόλις Ἰνδική. Στράβων ιεʹ. Μόσυλον ἀκρωτήριον καὶ ἐμπόριον Αἰθιοπίας. Βαίκυλα πόλις Ἰβηρίας πρὸς ταῖς Ἡρακλείαις στήλαις. Ἴωλον ὄρος Περραιβίας. Ὄκωλον χωρίον Ἐρετριέων. Θεόπομπος Φιλιππικῶν εἰκοστῷ τετάρτῳ. Στρόγωλα πόλις Λυδίας. Ξάνθος ἐν Λυδιακῶν δευτέρῳ. * Τὰ εἰς 'μον' κύρια ὑπερδισύλλαβα προπαροξύνεται, Σήσαμον
Pending translation