Prosodia Catholica (Herodian)

Passage 1.382
← Index
1.382
No summary yet
πόλις Παφλαγονίας, ἐν ᾗ ᾤκησεν ὁ παλαιὸς Φινεύς. Δίδυμος δὲ νῆσον αὐτήν φησιν. Κάδρεμα πόλις Λυκίας, ἄποικος Ὀλβίων. ἑρμηνεύεται δὲ σίτου φρυγμὸς ἡ πόλις. Βήθλεμα πόλις Παλαιστίνης πρὸς τοῖς Ἱεροσολύμοις. Ἰώσηπος δέ φησιν «ἐκ Βηθλεεμῶν» (A. i. 5, 11). Ἄριμα ὄρος. Ὅμηρος «εἰν Ἀρίμοις ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς» (Β 783). οἱ μὲν ἐν Κιλικίᾳ, οἱ δὲ ἐν Συρίᾳ, οἱ δὲ ἐν Πιθηκούσαις παρὰ Τυρρηνοῖς φασι γενέσθαι τὸν μῦθον. Σίκιμα πόλις Ἀραβίας, ἣ καὶ Σίκιμος. Ἔριμον πόλις Οἰνωτρῶν ἐν μεσογείῳ, ὡς Ἑκαταῖος. Ὑλλάριμα πολίχνιον Καρίας ὕπερθε Στρατονικείας. Γόραμα χώρα τῶν Σκηνιτῶν Ἀράβων. Σόδομα μητρόπολις ἦν τῶν δέκα πόλεων τῶν ἐπὶ τῇ Ἀσφαλτίτιδι λίμνῃ καταστραφεισῶν. Σίδυμα πόλις Λυκίας, ἧς Ἀλέξανδρος μέμνηται ἐν πρώτῳ Λυκιακῶν. ἐκλήθη δὲ ἀπὸ Σιδύμου. Λώρυμα πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. ἔστι καὶ λιμὴν Ῥόδου, ὃς Λώρυμα λέγεται. Ἱεροσόλυμα ἡ μητρόπολις τῆς Ἰουδαίας, ἣ Σόλυμα ἐκαλεῖτο ἀπὸ τῶν Σολύμων ὀρῶν. Δίδυμα τόπος καὶ μαντεῖον Μιλήτου ἀφιερώμενον Διῒ καὶ Ἀπόλλωνι. εἰσὶ καὶ Κρήτης ποταμοί. εἰσὶ καὶ τῆς Θετταλίας. εἰσὶ καὶ δύο νησίδια πρὸς τῇ Σύρῳ, ὡς Ἀρτεμίδωρος. εἰσὶ καὶ ὄρη Λαοδικείας ἐγγύς. Δίνδυμα ὄρη τῆς Τρῳάδος, ἀφ´ ὧν Δινδυμήνη ἡ Ῥέα. Ἴδυμα πόλις Καρίας. λέγεται καὶ Ἰδύμη. Βούνειμα πόλις Ἠπείρου, κτίσμα Ὀδυσσέως, ἣν ἔκτισε πλησίον Τραμπύας, λαβὼν χρησμὸν ἐλθεῖν πρὸς ἄνδρας «οἳ οὐκ ἴσασι θάλασσαν». βοῦν οὖν θύσας ἔκτισε. * Τὰ εἰς 'νον' ὑπερδισύλλαβα κύρια προπαροξύνεται, Ἀβάκαινον πόλις Σικελική. ἡ παραλήγουσα διὰ διφθόγγου. Τρικάρανον φρούριον τῆς Φλιασίας. Θεόπομπος πεντηκοστῷ πέμπτῳ. Λίβανα πόλις Συρίας ταῖς Ἄτραις γειτνιάζουσα. Ἀρριανὸς Παρθικῶν ἐνάτῳ. Κοσίανα φρούριον Παλαιστίνης ἐν τῇ παραλίᾳ τῆς Συρίας. Χάραξ δεκάτῳ. Ἵπανα πόλις περὶ Καρχηδόνα, ὡς Πολύβιος πρώτῃ. Ἀγβάτανα πολίχνιον Συρίας. Ἡρόδοτος τρίτῳ (c. 62 et 64). Δημήτριος δέ φησιν Ἀγβάτανα διττά, τὰ μὲν τῆς Μηδίας, τὰ δὲ τῆς Συρίας. Κτησίας δὲ πανταχοῦ τῶν Περσικῶν τὰ παρὰ Μήδοις Ἀγβάτανα διὰ τοῦ 'α' γράφει. παρὰ δὲ τοῖς ἀρχαίοις διὰ τοῦ 'ε' τὸ Περσικόν. παρὰ δὲ Χάρακι καὶ αὕτη διὰ τοῦ 'ε', ἣν καὶ Ἐπιφάνειάν φασι κεκλῆσθαι. ἡ δὲ διὰ τοῦ 'κ' γραφὴ κρείττων ἐστί, παραιτοῦμαι δὲ τὴν διὰ τοῦ 'γ', διότι μήτι παρακινδυνεύει τὸ 'β' ὑποτετάχθαι τῷ 'γ', ὡς ὑποτέτακται ἐν τῷ λάγβατα ὅρκια.
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 114 (59.7%) word LCS 23 (63.9%)
Show overlap highlight
…ρυμα πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. ἔστι καὶ λιμὴν Ῥόδου, ὃς Λώρυμα λέγεται. Ἱεροσόλυμα ἡ μητρόπολις τῆς Ἰουδαίας, ἣ Σόλυμα ἐκαλεῖτο ἀπὸ τῶν Σολύμων ὀρῶν. Δίδυμα τόπος καὶ μαντεῖον Μιλήτου ἀφιερώμενον Διῒ καὶ Ἀπόλλωνι. εἰσὶ καὶ Κρήτης ποταμοί. εἰσὶ καὶ τῆς Θετταλίας. εἰσὶ καὶ δύο νησίδια πρὸς τῇ Σύρῳ, ὡς Ἀρτεμίδωρος. εἰσὶ καὶ ὄρη Λαοδικείας ἐγγύς. Δίνδυμα ὄρη τῆς Τρῳάδος, ἀφ´ ὧν Δινδυμήνη ἡ Ῥέα. Ἴδυμα πόλις Καρίας. λέγεται καὶ Ἰδύμη. Βούνειμα πόλις Ἠπείρου,…
Δίδυμα, οὐδετέρως, τόπος καὶ μαντεῖον Μιλήτου ἀφιερωμένον Διὶ καὶ Ἀπόλλωνι. εἰσὶ καὶ Κρήτης [ποταμοί.] εἰσὶ καὶ τῆς Θετταλίας. εἰσὶ καὶ δύο νησίδια πρὸς τῇ Σύρῳ. τὸ ἐθνικὸν Διδυμεύς καὶ Διδυμαῖος κτητικόν. εἰσὶ καὶ ὄρη Λαοδικείας ἐγγύς.
char LCS 70 (81.4%) word LCS 13 (81.2%)
Show overlap highlight
…άριμα πολίχνιον Καρίας ὕπερθε Στρατονικείας. Γόραμα χώρα τῶν Σκηνιτῶν Ἀράβων. Σόδομα μητρόπολις ἦν τῶν δέκα πόλεων τῶν ἐπὶ τῇ Ἀσφαλτίτιδι λίμνῃ καταστραφεισῶν. Σίδυμα πόλις Λυκίας, ἧς Ἀλέξανδρος μέμνηται ἐν πρώτῳ Λυκιακῶν. ἐκλήθη δὲ ἀπὸ Σιδύμου. Λώρυμα πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. ἔστι καὶ λιμὴν Ῥόδου, ὃς Λώρυμα λέγεται. Ἱεροσόλυμα ἡ μητρόπολις τῆς Ἰουδαίας, ἣ Σόλυμα ἐκαλεῖτο ἀπὸ τῶν Σολύμων ὀρῶν. Δίδ…
Σίδυμα, πόλις Λυκίας, ἧς Ἀλέξανδρος μέμνηται ἐν πρώτῳ Λυκιακῶν. ἐκλήθη δὲ ἀπὸ Σιδύμου. ὁ πολίτης Σιδυμεύς.
char LCS 69 (80.2%) word LCS 12 (80.0%)
Show overlap highlight
… πόλις Ἀραβίας, ἣ καὶ Σίκιμος. Ἔριμον πόλις Οἰνωτρῶν ἐν μεσογείῳ, ὡς Ἑκαταῖος. Ὑλλάριμα πολίχνιον Καρίας ὕπερθε Στρατονικείας. Γόραμα χώρα τῶν Σκηνιτῶν Ἀράβων. Σόδομα μητρόπολις ἦν τῶν δέκα πόλεων τῶν ἐπὶ τῇ Ἀσφαλτίτιδι λίμνῃ καταστραφεισῶν. Σίδυμα πόλις Λυκίας, ἧς Ἀλέξανδρος μέμνηται ἐν πρώτῳ Λυκιακῶν. ἐκλήθη δὲ ἀπὸ Σιδύμου. Λώρυμα πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. ἔστι καὶ λιμὴν Ῥόδου, ὃς Λώρυμα λέγε…
Σόδομα, μητρόπολις ἦν τῶν δέκα πόλεων τῶν ἐπὶ τῇ Ἀσφαλτίτιδι λίμνῃ καταστραφεισῶν. ὁ πολίτης Σοδομίτης.
char LCS 64 (75.3%) word LCS 12 (80.0%)
Show overlap highlight
…υμα πόλις Λυκίας, ἧς Ἀλέξανδρος μέμνηται ἐν πρώτῳ Λυκιακῶν. ἐκλήθη δὲ ἀπὸ Σιδύμου. Λώρυμα πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. ἔστι καὶ λιμὴν Ῥόδου, ὃς Λώρυμα λέγεται. Ἱεροσόλυμα ἡ μητρόπολις τῆς Ἰουδαίας, ἣ Σόλυμα ἐκαλεῖτο ἀπὸ τῶν Σολύμων ὀρῶν. Δίδυμα τόπος καὶ μαντεῖον Μιλήτου ἀφιερώμενον Διῒ καὶ Ἀπόλλωνι. εἰσὶ καὶ Κρήτης ποταμοί. εἰσὶ καὶ τῆς Θετταλίας. εἰσὶ καὶ δύο νησίδια πρὸς τῇ Σύρῳ, ὡς Ἀρτεμίδ…
Ἱεροσόλυμα, ἡ μητρόπολις τῆς Ἰουδαίας, ἣ Σόλυμα ἐκαλεῖτο, ἀπὸ τῶν Σολύμων ὀρῶν. ὁ πολίτης Ἱεροσολυμίτης.
char LCS 62 (77.5%) word LCS 11 (78.6%)
Show overlap highlight
πόλις Παφλαγονίας, ἐν ᾗ ᾤκησεν ὁ παλαιὸς Φινεύς. Δίδυμος δὲ νῆσον αὐτήν φησιν. Κάδρεμα πόλις Λυκίας, ἄποικος Ὀλβίων. ἑρμηνεύεται δὲ σίτου φρυγμὸς ἡ πόλις. Βήθλεμα πόλις Παλαιστίνης πρὸς τοῖς Ἱεροσολύμοις. Ἰώσηπος δέ φησιν «ἐκ Βηθλεεμῶν» (A. i. 5, 11). Ἄριμα ὄρος. Ὅμηρος «εἰν Ἀρίμοις ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνά…
Κάδρεμα, πόλις Λυκίας, ἄποικος Ὀλβίων. ἑρμηνεύεται δὲ σίτου φρυγμὸς ἡ πόλις. τὸ ἐθνικὸν Καδρεμεύς.
char LCS 61 (77.2%) word LCS 12 (80.0%)
Show overlap highlight
…ητρόπολις ἦν τῶν δέκα πόλεων τῶν ἐπὶ τῇ Ἀσφαλτίτιδι λίμνῃ καταστραφεισῶν. Σίδυμα πόλις Λυκίας, ἧς Ἀλέξανδρος μέμνηται ἐν πρώτῳ Λυκιακῶν. ἐκλήθη δὲ ἀπὸ Σιδύμου. Λώρυμα πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. ἔστι καὶ λιμὴν Ῥόδου, ὃς Λώρυμα λέγεται. Ἱεροσόλυμα ἡ μητρόπολις τῆς Ἰουδαίας, ἣ Σόλυμα ἐκαλεῖτο ἀπὸ τῶν Σολύμων ὀρῶν. Δίδυμα τόπος καὶ μαντεῖον Μιλήτου ἀφιερώμενον Διῒ καὶ Ἀπόλλωνι. εἰσὶ καὶ Κρήτης …
Λώρυμα, πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. ἔστι καὶ λιμὴν Ῥόδου, ὃς Λώρυμα λέγεται. τὸ ἐθνικὸν Λωρυμαῖος.
char LCS 60 (57.1%) word LCS 9 (50.0%)
Show overlap highlight
…'νον' ὑπερδισύλλαβα κύρια προπαροξύνεται, Ἀβάκαινον πόλις Σικελική. ἡ παραλήγουσα διὰ διφθόγγου. Τρικάρανον φρούριον τῆς Φλιασίας. Θεόπομπος πεντηκοστῷ πέμπτῳ. Λίβανα πόλις Συρίας ταῖς Ἄτραις γειτνιάζουσα. Ἀρριανὸς Παρθικῶν ἐνάτῳ. Κοσίανα φρούριον Παλαιστίνης ἐν τῇ παραλίᾳ τῆς Συρίας. Χάραξ δεκάτῳ. Ἵπανα πόλις περὶ Καρχηδόνα, ὡς Πολύβιος πρώτῃ. Ἀγβάτανα πολίχνιον Συρίας. Ἡρόδοτος τρίτῳ …
Λίβανα, πόλις Συρίας ταῖς Ἄτραις γειτνιάζουσα. Ἀρριανὸς Παρθικῶν ἐνάτῳ. ἔστι καὶ Λίβανος ὄρος τῆς Συρίας. τὸ ἐθνικὸν Λιβανίτης.
char LCS 39 (100.0%) word LCS 7 (100.0%)
Show overlap highlight
…ς ἔμμεναι εὐνάς» (Β  783). οἱ μὲν ἐν Κιλικίᾳ, οἱ δὲ ἐν Συρίᾳ, οἱ δὲ ἐν Πιθηκούσαις παρὰ Τυρρηνοῖς φασι γενέσθαι τὸν μῦθον. Σίκιμα πόλις Ἀραβίας, ἣ καὶ Σίκιμος. Ἔριμον πόλις Οἰνωτρῶν ἐν μεσογείῳ, ὡς Ἑκαταῖος. Ὑλλάριμα πολίχνιον Καρίας ὕπερθε Στρατονικείας. Γόραμα χώρα τῶν Σκηνιτῶν Ἀράβων. Σόδομα μητρόπολις ἦν τῶν δέκα πόλεων τῶν ἐπὶ τῇ Ἀσφαλτίτιδι λίμνῃ καταστραφει…
Ἔριμον, πόλις Οἰνώτρων ἐν μεσογείῳ, ὡς Ἑκαταῖος.
char LCS 37 (54.4%) word LCS 6 (46.2%)
Show overlap highlight
… πεντηκοστῷ πέμπτῳ. Λίβανα πόλις Συρίας ταῖς Ἄτραις γειτνιάζουσα. Ἀρριανὸς Παρθικῶν ἐνάτῳ. Κοσίανα φρούριον Παλαιστίνης ἐν τῇ παραλίᾳ τῆς Συρίας. Χάραξ δεκάτῳ. Ἵπανα πόλις περὶ Καρχηδόνα, ὡς Πολύβιος πρώτῃ. Ἀγβάτανα πολίχνιον Συρίας. Ἡρόδοτος τρίτῳ (c. 62 et 64). Δημήτριος δέ φησιν Ἀγβάτανα διττά, τὰ μὲν τῆς Μηδίας, τὰ δὲ τῆς Συρίας. Κτησίας δὲ πανταχοῦ τῶν Περσ…
Ἵπανα, πόλις περὶ Καρχηδόνα, ὡς Πολύβιος πρώτῳ. τὸ ἐθνικὸν Ἱπανεύς, ὡς Τύανα Τυανεύς.
char LCS 27 (57.4%) word LCS 5 (62.5%)
Show overlap highlight
…ς φασι γενέσθαι τὸν μῦθον. Σίκιμα πόλις Ἀραβίας, ἣ καὶ Σίκιμος. Ἔριμον πόλις Οἰνωτρῶν ἐν μεσογείῳ, ὡς Ἑκαταῖος. Ὑλλάριμα πολίχνιον Καρίας ὕπερθε Στρατονικείας. Γόραμα χώρα τῶν Σκηνιτῶν Ἀράβων. Σόδομα μητρόπολις ἦν τῶν δέκα πόλεων τῶν ἐπὶ τῇ Ἀσφαλτίτιδι λίμνῃ καταστραφεισῶν. Σίδυμα πόλις Λυκίας, ἧς Ἀλέξανδρος μέμνηται ἐν πρώτῳ Λυκιακῶν. ἐκλήθη δὲ ἀπὸ…
Γόραμα, χώρα τῶν Σκηνιτῶν Ἀράβων. οἱ οἰκήτορες Γοραμηνοί.