Prosodia Catholica (Herodian)

Passage 1.383
← Index
1.383
Place names list: cities, islands, mountains across Mediterranean and Near East
Δρέπανα πόλις Σικελίας. ἔστι καὶ Δρέπανον πόλις Λιβύης. εἰσὶ καὶ νησία δύο παρὰ Λέβινθον. Ἔδδανα πόλις πρὸς τῷ Εὐφράτῃ, κατοικία Φοινίκων, ἀπὸ Ἐδδανοῦ ἡγεμόνος. Ἄδανα Κίλισσα πόλις. ταύτην ᾤκισεν Ἄδανος καὶ Σάρος, Ταρσεῦσι πολεμήσαντες καὶ ἡττηθέντες, ἀφ´ ὧν ἡ πόλις ἀπὸ τοῦ ἡγεμόνος Ἄδανα. Ὄμανα πόλις τῆς εὐδαίμονος Ἀραβίας. Γλαῦκος δευτέρῳ Ἀραβικῆς ἀρχαιολογίας. Πρώανα πόλις Θεσσαλική. Ταξίανα νῆσος περὶ τὸν Πηλώδη κόλπον τῆς Σουσιανῆς. Τίτανα χωρίον τῆς Σικυωνίας. λέγεται καὶ ἑνικῶς «Τιτάνοιό τε λευκὰ κάρηνα» (Β 735). Τύανα πόλις μέση Κιλικίας καὶ Καππαδοκίας «ὑποπεπτωκυῖα τῷ Ταύρῳ τῷ κατὰ τὰς Κιλικίας πύλας». ἐκαλεῖτο δὲ Θόανα καὶ κατὰ παραγραμματισμὸν Τύανα, ὡς Ἀρριανός. ἔστι καὶ Τύανα πόλις Αἰγύπτου. Ὕπανα πόλις τῆς Τριφυλίας, ὡς Πολύβιος τετάρτῳ. Ὕσκανα πόλις Ἰλλυρίδος. Πολύβιος ηʹ. Σίμανα πόλις Βιθυνίας μεταξὺ δύο ποταμῶν. Ἀΐλανον πόλις Ἀραβίας. λέγεται καὶ πληθυντικῶς Ἀΐλανα. Ἄμανον ὄρος πρὸς τῇ Κιλικίᾳ ἀπὸ τοῦ Ταύρου καθῆκον. ἱστοροῦσι δὲ τὸν Ὀρέστην ἀπὸ Ταύρων σὺν Ἰφιγενείᾳ τὴν Ἄρτεμιν κομίσαντα ἐν τούτῳ τῷ ὄρει τῆς μανίας λύσιν εὑρεῖν. ἔστι καὶ Ἄμμανα πόλις Συρίας ἡ ὕστερον Φιλαδέλφεια. Βαγίστανα πόλις τῆς Μηδίας καὶ ὄρος Βαγίστανον. Κάρβανα πόλις Λυκίας. Ῥαββατάμανα πόλις τῆς ὀρεινῆς Ἀραβίας. Σίμηνα πόλις Λυκίας, Τύμηνα κώμη Λυκίας. ἐκλήθη δὲ ἀπό τινος τράγου οὕτως ὀνομαζομένου, ὃς ἀπαλλασσόμενος ἀπὸ τοῦ αἰπολίου ἤρχετο τὸν πώγωνα βεβρεγμένος, ᾧ κατακολουθήσαντες εὗρον πηγὴν ἔν τινι λόχμῃ. καὶ ταύτην καὶ τὸ χωρίον οὕτω καλέσαι. Ἀρίμινον πόλις Ἰταλίας. ἔστι καὶ ποταμός. Βέμβινον πόλις τῆς Νεμέας, ὡς Ἑλλάνικος, ἄλλοι δὲ Βέμβιναν καὶ κώμην φασίν. Ἀβρότονον Λύκος ὁ Ῥηγῖνος χωρίον οἴεται εἶναι, Στράβων δὲ ἐν ἑπτακαιδεκάτῳ βιβλίῳ πόλιν φησὶ καὶ ἄλλοι. πόλις δὲ Λιβυφοινίκων. Ἅθμονον δῆμος τῆς Κεκροπίδος φυλῆς. τὸ μέντοι Ἁθμονῆζε καὶ Ἁθμονῆσι δοκεῖ ἀπὸ τῆς ἡ Ἁθμονή εἶναι. Δράκονον ὄρος νήσου τῆς Ἰκαρίας λεγομένης καὶ πόλις. Στράβων ιδʹ. Πρόαρνα πόλις Μηλιέων. τὸ δὲ Καικῖνον χωρίον Ἰταλικόν. Φίλιστος δευτέρῳ Σικελικῶν—προπερισπᾶται, ὀξύνεται δὲ τὸ Ἀδρανόν πόλις Σικελίας ἐν τῇ Αἴτνῃ ποταμὸν ὁμώνυμον ἔχουσα. λέγεται καὶ ἀρσενικῶς. καὶ Βοιανόν πόλις Σαυνιτῶν καὶ Τεανόν πόλις Ἰταλίας, ὡς Ἀρτεμίδωρος τετάρτῳ γεωγραφουμένων. καὶ Τυκλανόν πόλις Ἰταλίας, ἣ καὶ Τύσκλος λέγεται, καὶ Φρεντανόν πόλις Ἰταλίας καὶ Ποιμανηνόν πόλις ἤτοι φρούριον ἢ χωρίον Κυζίκου καὶ Ἀργεννόν ἀκρωτήριον καὶ Ἐρυμνά· οὕτω γὰρ ἐκαλεῖτο Τράλλις πόλις Λυδίας. * Τὰ εἰς 'πον' οὐδέτερα ὑπερδισύλλαβα προπαροξύνεται, πρόσωπον καὶ Πρόσωπον νῆσος οὐ πόρρω Καρχηδόνος. Πράασπα πόλις τῆς Ἀτροπατηνῆς. Ὕπαιπα πόλις Λυδίας κτισθεῖσα ὑπὸ τὸ παρακείμενον
Drepana, a city of Sicily. There is also Drepanon, a city of Libya. There are also two islands near Lebinthos. Eddana, a city by the Euphrates, a settlement of Phoenicians, from Eddanos their leader. Adana, a Cilician city. Adanos and Saros founded it, having made war on the people of Tarsus and been defeated; from them the city is called Adana, from its leader. Omana, a city of Arabia Felix. Glaukos, in the second book of the Arabian Antiquities. Proana, a Thessalian city. Taxiana, an island about the Muddy Gulf of Susiana. Titana, a place in Sicyonia. It is also said in the singular: «Τιτάνοιό τε λευκὰ κάρηνα» (Β 735). Tyana, a city between Cilicia and Cappadocia, “lying under Taurus at the Cilician Gates.” It was called Thoana, and by a change of a letter Tyana, as Arrian says. There is also Tyana, a city of Egypt. Hypana, a city of Triphylia, as Polybius in the fourth book. Hyskana, a city of Illyris. Polybius, book 8. Simana, a city of Bithynia between two rivers. Ailanon, a city of Arabia; it is also said in the plural Ailana. Amanon, a mountain by Cilicia, running down from Taurus. They relate that Orestes, bringing Artemis from the Taurians together with Iphigeneia, found on this mountain release from his madness. There is also Ammana, a city of Syria, later Philadelphia. Bagistana, a city of Media, and Mount Bagistanon. Karbana, a city of Lycia. Rabbatamana, a city of mountainous Arabia. Simēna, a city of Lycia; Tymēna, a village of Lycia. It was so named from a certain goat called by that name, which, straying from the herd, used to come with its beard wet; following it, they found a spring in some thicket, and so called both it and the place. Ariminon, a city of Italy; there is also a river. Bembinon, a city of Nemea, as Hellanicus; but others say Bembina and call it a village. Abrotonon: Lykos of Rhegium thinks it is a place, but Strabo in the seventeenth book says it is a city, and others likewise; it is a city of the Libyphoenicians. Athmonon, a deme of the Cecropid tribe; however, Ἁθμονῆζε and Ἁθμονῆσι seem to be from the feminine Ἁθμονή. Drakonon, a mountain of the island called Ikaria, and also a city. Strabo, book 14. Proarna, a city of the Melians. And Kaikinon is an Italian place. Philistos in the second book of the Sicilian Histories: it is circumflexed on the penult; but Ἀδρανόν, a city of Sicily on Etna, having a homonymous river, is accented with an acute; it is also said in the masculine. Also Boianon, a city of the Samnites, and Teanon, a city of Italy, as Artemidorus in the fourth book of his Geography; and Tyklanon, a city of Italy, which is also called Tysklos; and Frentanon, a city of Italy; and Poimanēnon, a city—either a fort or a place—of Kyzikos; and Argennon, a headland; and Erymna: for thus was Trallis, a city of Lydia, called. The neuters in -πον, when more than disyllabic, are accented with a proparoxytone: πρόσωπον, and Πρόσωπον, an island not far from Carthage. Praaspa, a city of Atropatene. Hypaipa, a city of Lydia, founded under the adjacent…

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 181 (73.6%) word LCS 33 (71.7%)
Show overlap highlight
…Συρίας ἡ ὕστερον Φιλαδέλφεια. Βαγίστανα πόλις τῆς Μηδίας καὶ ὄρος Βαγίστανον. Κάρβανα πόλις Λυκίας. Ῥαββατάμανα πόλις τῆς ὀρεινῆς Ἀραβίας. Σίμηνα πόλις Λυκίας, Τύμηνα κώμη Λυκίας. ἐκλήθη δὲ ἀπό τινος τράγου οὕτως ὀνομαζομένου, ὃς ἀπαλλασσόμενος ἀπὸ τοῦ αἰπολίου ἤρχετο τὸν πώγωνα βεβρεγμένος, ᾧ κατακολουθήσαντες εὗρον πηγὴν ἔν τινι λόχμῃ. καὶ ταύτην καὶ τὸ χωρίον οὕτω καλέσαι. Ἀρίμινον πόλις Ἰταλίας. ἔστι καὶ ποταμός. Βέμβινον πόλις τῆς Νεμέας, ὡς Ἑλλάνικος, ἄλλοι δὲ Βέμβιναν καὶ κώμην φασίν. Ἀβρότονον Λύκος ὁ Ῥηγῖνος χωρίον οἴεται …
Τύμηνα, κώμη Λυκίας. ἐκλήθη δὲ ἀπό τινος τράγου οὕτως ὀνομαζομένου, ὃς ἀπαλλασσόμενος ἀπὸ τοῦ αἰπολίου ἤρχετο τὸν πώγωνα βεβρεγμένος, ᾧ κατακολουθήσαντες εὗρον πηγὴν ἔν τινι λόχμῃ. καὶ ταύτην καὶ τὸ χωρίον οὕτω καλέσαι. τὸ ἐθνικὸν Τυμηνεύς, ὡς Πιναρεύς Παταρεύς· χαίρουσι γὰρ οἱ Λύκιοι τῷ τύπῳ τούτῳ.
char LCS 69 (61.6%) word LCS 12 (63.2%)
Show overlap highlight
…υ τῆς Ἰκαρίας λεγομένης καὶ πόλις. Στράβων ιδʹ. Πρόαρνα πόλις Μηλιέων. τὸ δὲ Καικῖνον χωρίον Ἰταλικόν. Φίλιστος δευτέρῳ Σικελικῶν—προπερισπᾶται, ὀξύνεται δὲ τὸ Ἀδρανόν πόλις Σικελίας ἐν τῇ Αἴτνῃ ποταμὸν ὁμώνυμον ἔχουσα. λέγεται καὶ ἀρσενικῶς. καὶ Βοιανόν πόλις Σαυνιτῶν καὶ Τεανόν πόλις Ἰταλίας, ὡς Ἀρτεμίδωρος τετάρτῳ γεωγραφουμένων. καὶ Τυκλανόν πόλις Ἰταλίας, ἣ καὶ Τύσκλος λέγεται, καὶ Φρεντανόν π…
Ἀδρανόν, πόλις Σικελίας ἐν τῇ Αἴτνῃ, ποταμὸν ὁμώνυμον ἔχουσα. λέγεται καὶ ἀρσενικῶς Ἀδράνιος. Ἀπολλόδωρος δὲ Ἀδρανίτας φησὶ τὸ ἐθνικόν.
char LCS 64 (66.0%) word LCS 9 (60.0%)
Show overlap highlight
…ινίκων, ἀπὸ Ἐδδανοῦ ἡγεμόνος. Ἄδανα Κίλισσα πόλις. ταύτην ᾤκισεν Ἄδανος καὶ Σάρος, Ταρσεῦσι πολεμήσαντες καὶ ἡττηθέντες, ἀφ´ ὧν ἡ πόλις ἀπὸ τοῦ ἡγεμόνος Ἄδανα. Ὄμανα πόλις τῆς εὐδαίμονος Ἀραβίας. Γλαῦκος δευτέρῳ Ἀραβικῆς ἀρχαιολογίας. Πρώανα πόλις Θεσσαλική. Ταξίανα νῆσος περὶ τὸν Πηλώδη κόλπον τῆς Σουσιανῆς. Τίτανα χωρίον τῆς Σικυωνίας. λέγεται καὶ ἑνικῶς «Τιτάνοιό τε λευκὰ κάρηνα» (Β 735)…
Ὄμανα, πόλις τῆς εὐδαίμονος Ἀραβίας. Γλαῦκος δευτέρῳ Ἀραβικῆς ἀρχαιολογίας. τὸ ἐθνικὸν Ὀμανεύς ὡς Τυανεύς Κομανεύς.
char LCS 61 (55.5%) word LCS 11 (55.0%)
Show overlap highlight
…ς Ἄδανα. Ὄμανα πόλις τῆς εὐδαίμονος Ἀραβίας. Γλαῦκος δευτέρῳ Ἀραβικῆς ἀρχαιολογίας. Πρώανα πόλις Θεσσαλική. Ταξίανα νῆσος περὶ τὸν Πηλώδη κόλπον τῆς Σουσιανῆς. Τίτανα χωρίον τῆς Σικυωνίας. λέγεται καὶ ἑνικῶς «Τιτάνοιό τε λευκὰ κάρηνα» (Β 735). Τύανα πόλις μέση Κιλικίας καὶ Καππαδοκίας «ὑποπεπτωκυῖα τῷ Ταύρῳ τῷ κατὰ τὰς Κιλικίας πύλας». ἐκαλεῖτο δὲ Θόανα καὶ κατὰ παραγραμματισμὸν Τύανα, ὡς Ἀ…
Τίτανα, χωρίον τῆς Σικυωνίας. λέγεται καὶ ἑνικῶς “Τιτάνοιό τε λευκὰ κάρηνα”. τὸ ἐθνικὸν Τιτάνιος καὶ Τιτανία. νῦν δὲ Τευτάνιον καλεῖται.
char LCS 58 (77.3%) word LCS 10 (76.9%)
Show overlap highlight
Δρέπανα πόλις Σικελίας. ἔστι καὶ Δρέπανον πόλις Λιβύης. εἰσὶ καὶ νησία δύο παρὰ Λέβινθον. Ἔδδανα πόλις πρὸς τῷ Εὐφράτῃ, κατοικία Φοινίκων, ἀπὸ Ἐδδανοῦ ἡγεμόνος. Ἄδανα Κίλισσα πόλις. ταύτην ᾤκισεν Ἄδανος καὶ Σάρος, Ταρσεῦσι πολεμήσαντες καὶ ἡττηθέντες, ἀφ´ ὧν ἡ πόλις ἀπὸ τοῦ ἡγεμόνος Ἄδανα. Ὄμανα πόλις τῆς εὐδαίμονος Ἀ…
Ἔδδανα, πόλις πρὸς τῷ Εὐφράτῃ, κατοικία Φοινίκων, ἀπὸ Ἐδδανοῦ ἡγεμόνος. τὸ ἐθνικὸν Ἐδδανεύς.
char LCS 53 (57.0%) word LCS 10 (58.8%)
Show overlap highlight
…καιδεκάτῳ βιβλίῳ πόλιν φησὶ καὶ ἄλλοι. πόλις δὲ Λιβυφοινίκων. Ἅθμονον δῆμος τῆς Κεκροπίδος φυλῆς. τὸ μέντοι Ἁθμονῆζε καὶ Ἁθμονῆσι δοκεῖ ἀπὸ τῆς ἡ Ἁθμονή εἶναι. Δράκονον ὄρος νήσου τῆς Ἰκαρίας λεγομένης καὶ πόλις. Στράβων ιδʹ. Πρόαρνα πόλις Μηλιέων. τὸ δὲ Καικῖνον χωρίον Ἰταλικόν. Φίλιστος δευτέρῳ Σικελικῶν—προπερισπᾶται, ὀξύνεται δὲ τὸ Ἀδρανόν πόλις Σικελίας ἐν τῇ Αἴτνῃ ποταμὸν ὁμ…
Δράκονον, ὄρος νήσου τῆς Ἰκαρίας λεγομένης καὶ πόλις. Στράβων ιδʹ. τὸ ἐθνικὸν Δρακόνιος ὡς Μυκόνιος, καὶ Δρακονεύς.
char LCS 46 (100.0%) word LCS 6 (100.0%)
Show overlap highlight
…ς. τὸ μέντοι Ἁθμονῆζε καὶ Ἁθμονῆσι δοκεῖ ἀπὸ τῆς ἡ Ἁθμονή εἶναι. Δράκονον ὄρος νήσου τῆς Ἰκαρίας λεγομένης καὶ πόλις. Στράβων ιδʹ. Πρόαρνα πόλις Μηλιέων. τὸ δὲ Καικῖνον χωρίον Ἰταλικόν. Φίλιστος δευτέρῳ Σικελικῶν—προπερισπᾶται, ὀξύνεται δὲ τὸ Ἀδρανόν πόλις Σικελίας ἐν τῇ Αἴτνῃ ποταμὸν ὁμώνυμον ἔχουσα. λέγεται καὶ ἀρσενικῶς. καὶ Βοιανόν πόλις Σαυνιτῶν καὶ Τεανόν πόλις Ἰτ…
Καικῖνον, χωρίον Ἰταλικόν. Φίλιστος δευτέρῳ Σικελικῶν.
char LCS 40 (65.6%) word LCS 7 (70.0%)
Show overlap highlight
…ῦσι δὲ τὸν Ὀρέστην ἀπὸ Ταύρων σὺν Ἰφιγενείᾳ τὴν Ἄρτεμιν κομίσαντα ἐν τούτῳ τῷ ὄρει τῆς μανίας λύσιν εὑρεῖν. ἔστι καὶ Ἄμμανα πόλις Συρίας ἡ ὕστερον Φιλαδέλφεια. Βαγίστανα πόλις τῆς Μηδίας καὶ ὄρος Βαγίστανον. Κάρβανα πόλις Λυκίας. Ῥαββατάμανα πόλις τῆς ὀρεινῆς Ἀραβίας. Σίμηνα πόλις Λυκίας, Τύμηνα κώμη Λυκίας. ἐκλήθη δὲ ἀπό τινος τράγου οὕτως ὀνομαζομένου, ὃς ἀπαλλα…
Βαγίστανα, πόλις τῆς Μηδίας. καὶ ὄρος Βαγίστανον. τὸ ἐθνικὸν Βαγιστανηνός.
char LCS 39 (70.9%) word LCS 7 (70.0%)
Show overlap highlight
… Καππαδοκίας «ὑποπεπτωκυῖα τῷ Ταύρῳ τῷ κατὰ τὰς Κιλικίας πύλας». ἐκαλεῖτο δὲ Θόανα καὶ κατὰ παραγραμματισμὸν Τύανα, ὡς Ἀρριανός. ἔστι καὶ Τύανα πόλις Αἰγύπτου. Ὕπανα πόλις τῆς Τριφυλίας, ὡς Πολύβιος τετάρτῳ. Ὕσκανα πόλις Ἰλλυρίδος. Πολύβιος ηʹ. Σίμανα πόλις Βιθυνίας μεταξὺ δύο ποταμῶν. Ἀΐλανον πόλις Ἀραβίας. λέγεται καὶ πληθυντικῶς Ἀΐλανα. Ἄμανον ὄρος πρὸς τῇ Κιλι…
Ὕπανα, πόλις τῆς Τριφυλίας, ὡς Πολύβιος τετάρτῳ. τὸ ἐθνικὸν Ὑπανεύς.
char LCS 34 (100.0%) word LCS 6 (100.0%)
Show overlap highlight
…ομένου, ὃς ἀπαλλασσόμενος ἀπὸ τοῦ αἰπολίου ἤρχετο τὸν πώγωνα βεβρεγμένος, ᾧ κατακολουθήσαντες εὗρον πηγὴν ἔν τινι λόχμῃ. καὶ ταύτην καὶ τὸ χωρίον οὕτω καλέσαι. Ἀρίμινον πόλις Ἰταλίας. ἔστι καὶ ποταμός. Βέμβινον πόλις τῆς Νεμέας, ὡς Ἑλλάνικος, ἄλλοι δὲ Βέμβιναν καὶ κώμην φασίν. Ἀβρότονον Λύκος ὁ Ῥηγῖνος χωρίον οἴεται εἶναι, Στράβων δὲ ἐν ἑπτακαιδεκάτῳ βιβλίῳ …
Ἀρίμινον, πόλις Ἰταλίας. ἔστι καὶ ποταμός.