Prosodia Catholica (Herodian)

Passage 1.386
← Index
1.386
No summary yet
τῆς λέξεως καὶ Θουκυδίδης ( 6, 21). Φάλαρα πόλις Θεσσαλίας πλησίον Λαμίας. Ἄδαρα κώμη μεγάλη τῆς Παλαιστίνης μεταξὺ Χαρακμώβων καὶ Ἀρεοπόλεως. Θύμβραρα πόλις Ἀσίας τῷ Πακτωλῷ συνεχής, ὡς Ξενοφῶν (Cyrop. 6, 2, 11). Κάνδαρα χωρίον Παφλαγονίας »ὡς ἀπὸ σχοίνων τριῶν Γάγγρων, καὶ Θάριβα κώμη«. Πάταρα πόλις Λυκίας. Ἑκαταῖος Ἀσίᾳ. ἐκλήθη δὲ ἀπὸ Πατάρου τοῦ Ἀπόλλωνος καὶ Λυκίας τῆς Ξάνθου. Ἀλέξανδρος Σαλακίαν κόρην ἐξ Ὀφιονίδος φησὶ φέρειν ἱερὰ τῷ Ἀπόλλωνι ἐν πατάρᾳ· εἶναι δὲ ταῦτα πέμματα λύρας τε καὶ τόξα καὶ βέλη, οἷς παίζειν νηπίους ὄντας. θεῖσαν δὲ τὸ ἄγγος ἀναπαύεσθαι κατὰ τὴν ὁδόν. ἄνεμον δὲ ἐπιπνεύσαντα εἰς τὴν θάλασσαν βαλεῖν τὴν πατάραν, κλαίουσαν δὲ τὴν παῖδα εἰς τὸν οἶκον ἐλθεῖν, τὴν δὲ πατάραν τῇ Λυκίων χερρονήσῳ κατενεχθῆναι· περιτυχόντα δέ τινα τῶν ἐκ τῆς Σαλακίας φυγόντων τῇ πατάρᾳ τὰ ἐν αὐτῇ πέμματα πάντα κατακαῦσαι καὶ τὴν χερρόνησον ἱερὰν Ἀπόλλωνι ἀνεῖναι. ὠνομάσθαι δὲ τὴν χώραν ἀπὸ τοῦ ἄγγους, τῆς πατάρας, Πάταρα. μεθερμηνεύεσθαι δὲ τὴν πατάραν Ἑλληνιστὶ κίστην. Πίναρα πόλις μεγίστη, ὑπερκειμένη τῷ Κράγει ὄρει τῆς Λυκίας. Πολύαρα πόλις Καρίας. Σίγγαρα πόλις Ἀραβίας. Τάρφαρα πόλις τῆς εὐδαίμονος Ἀραβίας. ἔντερον, ἔλλερον τὸ κακόν, μέρμερον, κόλερον τὸ ἀκούρευτον πρόβατον, οἱ δὲ τραχὺ ἔριον. Μίσκερα πόλις Σικανίας. Θεόπομπος τεσσαρακοστῷ δευτέρῳ Φιλιππικῶν. Κασσίτερα νῆσος ἐν τῷ ὠκεανῷ, ἐξ ἧς ὁ κασσίτερος. Ἄπτερα πόλις Κρήτης, ἀπὸ τῆς τῶν Μουσῶν καὶ Σειρήνων ἔριδος, τῆς ἐν τῷ μουσείῳ πλησίον τῆς πόλεως καὶ τῆς θαλάσσης τόπῳ τοιῶσδε καλουμένῳ γενομένης, ἐν ᾧ μετὰ τὴν ἐν μουσικῇ νίκην τῶν Μουσῶν αἱ Σειρῆνες δυσφοροῦσαι τὰ πτερὰ τῶν ὤμων ἀπέβαλον καὶ λευκαὶ γενόμεναι εἰς τὴν θάλασσαν ἐνέβαλον ἑαυτάς. ὅθεν ἡ πόλις Ἄπτερα, αἱ δὲ πλησίον νῆσοι Λευκαί. οἱ δὲ ἀπὸ Γλαύκου τοῦ Κυρηναίου. ἔστι καὶ Λυκίας πόλις. Τέρμερα πόλις Λυκίας ἀπὸ Τερμέρου. τὸ μέντοι πτερόν—Πτερά δέ τινες τὴν ἀκρόπολιν Βαβυλῶνος—δισύλλαβον, τὸ δὲ γέρρον διὰ δύο 'ρρ' γράφεται, καὶ τὸ σαρόν τὸ μυλήκορον Ἀττικῶς. Τὰ εἰς 'ρον' παραλήγοντα 'ο' βαρύνεται, ἀνάκτορον, κίχορον. Βούδορον ἀκρωτήριον πρὸς τῇ Σαλαμῖνι. Θουκυδίδης τρίτῃ (c. 51). Ἔφορος δὲ φρούριον Βούδαρον εἶπε. Ἔβορα πόλις παρωκεανῖτις μετὰ τὰ Γάδειρα. Βολογεσίφορα πόλις Περσική. Νόσορα νῆσος ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ.
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 266 (41.7%) word LCS 51 (41.5%)
Show overlap highlight
…ρὰ τῷ Ἀπόλλωνι ἐν πατάρᾳ· εἶναι δὲ ταῦτα πέμματα λύρας τε καὶ τόξα καὶ βέλη, οἷς παίζειν νηπίους ὄντας. θεῖσαν δὲ τὸ ἄγγος ἀναπαύεσθαι κατὰ τὴν ὁδόν. ἄνεμον δὲ ἐπιπνεύσαντα εἰς τὴν θάλασσαν βαλεῖν τὴν πατάραν, κλαίουσαν δὲ τὴν παῖδα εἰς τὸν οἶκον ἐλθεῖν, τὴν δὲ πατάραν τῇ Λυκίων χερρονήσῳ κατενεχθῆναι· περιτυχόντα δέ τινα τῶν ἐκ τῆς Σαλακίας φυγόντων τῇ πατάρᾳ τὰ ἐν αὐτῇ πέμματα πάντα κατακαῦσαι καὶ τὴν χερρόνησον ἱερὰν Ἀπόλλωνι ἀνεῖναι. ὠνομάσθαι δὲ τὴν χώραν ἀπὸ τοῦ ἄγγους, τῆς πατάρας, Πάταρα. μεθερμηνεύεσθαι δὲ τὴν πατάραν Ἑλληνιστὶ κίστην. Πίναρα πόλις μεγίστη, ὑπερκειμένη τῷ Κράγει ὄρει τῆς Λυκίας. Πολύαρα πόλις Καρίας. Σίγγαρα …
…άνθου. Ἀλέξανδρος Σαλακίαν κόρην ἐξ Ὀφιονίδος φησὶ φέρειν ἱερὰ τῷ Ἀπόλλωνι ἐν πατάρᾳ· εἶναι δὲ ταῦτα πέμματα λύρας τε καὶ τόξα καὶ βέλη, οἷς παίζειν νηπίους ὄντας. θεῖσαν δὲ τὸ ἄγγος ἀναπαύεσθαι κατὰ τὴν ὁδόν· ἄνεμον δ´ ἐπιπνεύσαντα εἰς τὴν θάλασσαν βαλεῖν τὴν πατάραν, κλαίουσαν δὲ τὴν παῖδα εἰς τὸν οἶκον ἐλθεῖν, τὴν δὲ πατάραν τῇ Λυκίων χερρονήσῳ κατενεχθῆναι· περιτυχόντα δέ τινα τῶν ἐκ τῆς Σαλακίας φυγόντων τῇ πατάρᾳ τὰ ἐν αὐτῇ πέμματα πάντα κατακαῦσαι καὶ τὴν χερρόνησον ἱερὰν Ἀπόλλωνι ἀνεῖναι. ὠνομάσθαι δὲ τὴν χώραν ἀπὸ τοῦ ἄγγους, τοῦ πατάρας, Πάταρα. μεθερμηνεύεσθαι δὲ τὴν πατάραν ἑλληνιστὶ κίστην. ὁ πολίτης Παταρεύς. τὸ θηλυκὸν Παταρηίς, ὡς βασιληίς. τὸ κτητικὸν “Παταρήιον ὕδωρ”.
char LCS 217 (57.3%) word LCS 44 (56.4%)
Show overlap highlight
…σσίτερα νῆσος ἐν τῷ ὠκεανῷ, ἐξ ἧς ὁ κασσίτερος. Ἄπτερα πόλις Κρήτης, ἀπὸ τῆς τῶν Μουσῶν καὶ Σειρήνων ἔριδος, τῆς ἐν τῷ μουσείῳ πλησίον τῆς πόλεως καὶ τῆς θαλάσσης τόπῳ τοιῶσδε καλουμένῳ γενομένης, ἐν ᾧ μετὰ τὴν ἐν μουσικῇ νίκην τῶν Μουσῶν αἱ Σειρῆνες δυσφοροῦσαι τὰ πτερὰ τῶν ὤμων ἀπέβαλον καὶ λευκαὶ γενόμεναι εἰς τὴν θάλασσαν ἐνέβαλον ἑαυτάς. ὅθεν ἡ πόλις Ἄπτερα, αἱ δὲ πλησίον νῆσοι Λευκαί. οἱ δὲ ἀπὸ Γλαύκου τοῦ Κυρηναίου. ἔστι καὶ Λυκίας πόλις. Τέρμερα πόλις Λυκίας ἀπὸ Τερμέρου. τὸ μέντοι πτερόν—Πτερά δέ τινες τὴν ἀκρόπολιν Βαβυλῶνος—δισύλλαβον, τὸ δὲ γέρρον διὰ δύο 'ρρ' γράφετ…
Ἄπτερα, πόλις Κρήτης, ἀπὸ τῆς τῶν Μουσῶν καὶ Σειρήνων ἔριδος, τῆς ἐν τῷ μουσείῳ πλησίον τῆς πόλεως καὶ τῆς θαλάττης τόπῳ τοιῶσδε καλουμένῳ γενομένης, ἐν ᾧ μετὰ τὴν ἐν μουσικῇ νίκην τῶν Μουσῶν αἱ Σειρῆνες δυσφοροῦσαι τὰ πτερὰ τῶν ὤμων ἀπέβαλον καὶ λευκαὶ γενόμεναι εἰς τὴν θάλασσαν ἐνέβαλον ἑαυτάς· ὅθεν ἡ πόλις Ἄπτερα, αἱ δὲ πλησίον νῆσοι Λευκαί. οἱ δὲ ἀπὸ Γλαύκου τοῦ Κυρηναίου. ὁ πολίτης Ἀπτεραῖος. ἔστι καὶ Λυκίας πόλις, οὐδετέρως καὶ αὕτη. καὶ τὸ ἐθνικὸν Ἀπτερεύς.
char LCS 75 (80.6%) word LCS 12 (80.0%)
Show overlap highlight
…όπολιν Βαβυλῶνος—δισύλλαβον, τὸ δὲ γέρρον διὰ δύο 'ρρ' γράφεται, καὶ τὸ σαρόν τὸ μυλήκορον Ἀττικῶς. Τὰ εἰς 'ρον' παραλήγοντα 'ο' βαρύνεται, ἀνάκτορον, κίχορον. Βούδορον ἀκρωτήριον πρὸς τῇ Σαλαμῖνι. Θουκυδίδης τρίτῃ (c. 51). Ἔφορος δὲ φρούριον Βούδαρον εἶπε. Ἔβορα πόλις παρωκεανῖτις μετὰ τὰ Γάδειρα. Βολογεσίφορα πόλις Περσική. Νόσορα νῆσος ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ.
Βούδορον, ἀκρωτήριον πρὸς τῇ Σαλαμῖνι, Θουκυδίδης τρίτῃ. Ἔφορος δὲ φρούριον Βούδαρον εἶπε. τὸ ἐθνικὸν Βουδόριος.
char LCS 61 (58.7%) word LCS 11 (61.1%)
Show overlap highlight
…λίας πλησίον Λαμίας. Ἄδαρα κώμη μεγάλη τῆς Παλαιστίνης μεταξὺ Χαρακμώβων καὶ Ἀρεοπόλεως. Θύμβραρα πόλις Ἀσίας τῷ Πακτωλῷ συνεχής, ὡς Ξενοφῶν (Cyrop. 6, 2, 11). Κάνδαρα χωρίον Παφλαγονίας »ὡς ἀπὸ σχοίνων τριῶν Γάγγρων, καὶ Θάριβα κώμη«. Πάταρα πόλις Λυκίας. Ἑκαταῖος Ἀσίᾳ. ἐκλήθη δὲ ἀπὸ Πατάρου τοῦ Ἀπόλλωνος καὶ Λυκίας τῆς Ξάνθου. Ἀλέξανδρος Σαλακίαν κόρην ἐξ Ὀφιονίδος φησὶ φέρειν ἱερὰ τῷ Ἀπό…
Κάνδαρα, χωρίον Παφλαγονίας “ὡς ἀπὸ σχοίνων τριῶν Γάγγρων, καὶ Θάριβα κώμη”. οἱ οἰκήτορες Κανδαρηνοί. καὶ Ἥρας Κανδαρηνῆς ἱερόν.
char LCS 58 (67.4%) word LCS 7 (58.3%)
Show overlap highlight
…ις Καρίας. Σίγγαρα πόλις Ἀραβίας. Τάρφαρα πόλις τῆς εὐδαίμονος Ἀραβίας. ἔντερον, ἔλλερον τὸ κακόν, μέρμερον, κόλερον τὸ ἀκούρευτον πρόβατον, οἱ δὲ τραχὺ ἔριον. Μίσκερα πόλις Σικανίας. Θεόπομπος τεσσαρακοστῷ δευτέρῳ Φιλιππικῶν. Κασσίτερα νῆσος ἐν τῷ ὠκεανῷ, ἐξ ἧς ὁ κασσίτερος. Ἄπτερα πόλις Κρήτης, ἀπὸ τῆς τῶν Μουσῶν καὶ Σειρήνων ἔριδος, τῆς ἐν τῷ μουσείῳ πλησίον τῆς πόλεως καὶ τῆς θα…
Μίσκερα, πόλις Σικανίας. Θεόπομπος τεσσαρακοστῷ δευτέρῳ Φιλιππικῶν. τὸ ἐθνικὸν Μισκερεύς ὡς Μεγαρεύς.
char LCS 43 (47.8%) word LCS 8 (50.0%)
Show overlap highlight
τῆς λέξεως καὶ Θουκυδίδης ( 6, 21). Φάλαρα πόλις Θεσσαλίας πλησίον Λαμίας. Ἄδαρα κώμη μεγάλη τῆς Παλαιστίνης μεταξὺ Χαρακμώβων καὶ Ἀρεοπόλεως. Θύμβραρα πόλις Ἀσίας τῷ Πακτωλῷ συνεχής, ὡς Ξενοφῶν (Cyrop. 6, 2, 11). Κάνδαρα χωρίον Παφλαγονίας »ὡς ἀπὸ σχοίνων τριῶν Γάγγρων, καὶ Θάριβα κώμη«. Πάταρα πόλις Λυκίας. Ἑκαταῖος Ἀσίᾳ. ἐκλήθη δὲ ἀπὸ Πατάρου τοῦ Ἀπ…
Θύμβραρα, πόλις Ἀσίας τῷ Πακτωλῷ συνεχής, ὡς Ξενοφῶν. τὸ ἐθνικὸν Θυμβραρεύς ἔδει. Ξενοφῶν δὲ Θυμβραραῖός φησι.
char LCS 35 (68.6%) word LCS 6 (66.7%)
Show overlap highlight
…. Τὰ εἰς 'ρον' παραλήγοντα 'ο' βαρύνεται, ἀνάκτορον, κίχορον. Βούδορον ἀκρωτήριον πρὸς τῇ Σαλαμῖνι. Θουκυδίδης τρίτῃ (c. 51). Ἔφορος δὲ φρούριον Βούδαρον εἶπε. Ἔβορα πόλις παρωκεανῖτις μετὰ τὰ Γάδειρα. Βολογεσίφορα πόλις Περσική. Νόσορα νῆσος ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ.
Ἔβορα, πόλις παρωκεανῖτις μετὰ τὰ Γάδειρα. τὸ ἐθνικὸν Ἐβορεύς.
char LCS 35 (46.1%) word LCS 5 (35.7%)
Show overlap highlight
…ακαῦσαι καὶ τὴν χερρόνησον ἱερὰν Ἀπόλλωνι ἀνεῖναι. ὠνομάσθαι δὲ τὴν χώραν ἀπὸ τοῦ ἄγγους, τῆς πατάρας, Πάταρα. μεθερμηνεύεσθαι δὲ τὴν πατάραν Ἑλληνιστὶ κίστην. Πίναρα πόλις μεγίστη, ὑπερκειμένη τῷ Κράγει ὄρει τῆς Λυκίας. Πολύαρα πόλις Καρίας. Σίγγαρα πόλις Ἀραβίας. Τάρφαρα πόλις τῆς εὐδαίμονος Ἀραβίας. ἔντερον, ἔλλερον τὸ κακόν, μέρμερον, κόλερον τὸ ἀκούρευτο…
Πίναρα, πόλις μεγίστη, ὑπερκειμένη τῷ Κράγῳ ὄρει τῆς Λυκίας. τὸ ἐθνικὸν Πιναρεῖς ὡς Μεγαρεῖς.
char LCS 28 (36.8%) word LCS 6 (42.9%)
Show overlap highlight
… ἀκρωτήριον πρὸς τῇ Σαλαμῖνι. Θουκυδίδης τρίτῃ (c. 51). Ἔφορος δὲ φρούριον Βούδαρον εἶπε. Ἔβορα πόλις παρωκεανῖτις μετὰ τὰ Γάδειρα. Βολογεσίφορα πόλις Περσική. Νόσορα νῆσος ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ.
Νόσορα, νῆσος ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ. Οὐράνιος Ἀραβικῶν .. ὁ νησιώτης Νοσορηνός. ἐγχώριος ὁ τύπος.
char LCS 22 (43.1%) word LCS 5 (50.0%)
Show overlap highlight
…ριον πρὸς τῇ Σαλαμῖνι. Θουκυδίδης τρίτῃ (c. 51). Ἔφορος δὲ φρούριον Βούδαρον εἶπε. Ἔβορα πόλις παρωκεανῖτις μετὰ τὰ Γάδειρα. Βολογεσίφορα πόλις Περσική. Νόσορα νῆσος ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ.
Μυρίκη, νῆσος ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ. Μαρκιανὸς ἐν περίπλῳ αὐτῆς.