Τὰ εἰς 'ρον' ὑπὲρ δύο συλλαβὰς τῷ 'υ' παραληγόμενα βαρύνεται, ἄχυρον, πίτυρον, ἐνέχυρον, πρόθυρον, βούτυρον, λέπυρον, ἄστυρον. ἔστι καὶ Ἄστυρον πόλις Μυσίας πρὸς τῇ Τρῳάδι, ἣ καὶ πληθυντικῶς λέγεται· ἔστι καὶ κώμη πλησίον τοῦ Ἀδραμυττίου, ὡς Στράβων ( 13 p. 606). ἔστι καὶ πόλις Φοινίκης κατ´ Ἄραδον, ἐν ᾗ ἐτιμᾶτο ἡ Ἀθηνᾶ Ἀστυρίς. ἔστι καὶ Βοιωτίας πρὸς ταῖς Ποτνίαις, ὡς Χάραξ ἐν δευτέρᾳ. ἔστι καὶ χωρίον Ἰταλίας. Κίχυρον, Πάλμυρον, Σίμυρα· οὕτως οὐδετέρως Ἔφορος Σίμυρον πόλιν Σύρων φησί. Ἀτάβυρον ὄρος Ῥόδου Ῥιανὸς ἕκτῳ Μεσσηνιακῶν. Ἄγγυρον ὄνομα ὄρους. Τίβυρα. οὕτως Ἀρτεμίδωρος τετάρτῳ γεωγραφουμένων Τίβυριν πόλιν Ἰταλίας καλεῖ. Τὰ εἰς 'ρον' κατ´ ἐπιπλοκὴν συμφώνου δισύλλαβα βαρύνεται ῥεῖθρον, κλεῖθρον, φίλτρον, κέντρον, ἄρθρον, πλῆκτρον, νίτρον, ἄντρον τὸ σπήλαιον. βλῆτρον. Βάκτρα πόλις. Στράβων ιαʹ (p. 517). Σύμβρα Φρυγίας φρούριον. σεῖστρον, δένδρον, δέρτρον »δέρτρον ἔσω δύνοντες« (λ 578), φέρτρον »κείμενον ἐν φέρτρῳ« (Σ 236), καὶ ἄλλο πλῆθος τῶν τοιούτων ὀνομάτων ἀδιάπτωτον. σεσημείωται τὸ λουτρόν ὀξυνόμενον, ὅπερ καὶ τρισύλλαβον λέγεται λοετρόν »εἰς ὅ κε θερμὰ λοετρά« (Ξ 6), ἐπεὶ καὶ τὸ ῥῆμα δισσόν, λοέω καὶ λούω »ἀλλ´ ὅτε δή μιν ἐγὼ λόεον« (δ 252). * Τὰ εἰς 'ρον' οὐδέτερα μετ´ ἐπιπλοκῆς συμφώνου, ὑπὲρ δύο συλλαβὰς ὄντα, προπαροξύνεται, πέλεθρον, τέρεθρον, βέρεθρον, φέλετρον καὶ τὰ φέλετρα, θύρετρον. Ἀλάβαστρα πόλις Φρυγίας. Σύαγρα χωρίον Κιλικίας πλησίον Ἄδου καὶ Λαέρτου. Θέρμυδρα
Pending translation