Accentuation rules for Greek place-names, focusing on words ending in -ων and related disyllabic forms; treatment of local and poetic variants with examples (Ἰτών, Γυρτών, Κρότων, Σιδών, etc.).
τὸ δὲ τρήρων, μήκων, γλήχων βαρύνονται φυλάττοντα τὸ 'ω' ἐπὶ τῆς γενικῆς. Τὰ εἰς 'ων' δισύλλαβα ἐπὶ πόλεων ὀξύνονται· εἰ δέ τι βαρυνθῇ, ἑτέρῳ χαρακτῆρι ἢ διαστολῇ σημαινομένου, Ἠϊών, Πλευρών, Πυθών, Σιδών, Γυρτών πόλις Θεσσαλίας καὶ Περραιβίας, ἣν Ὅμηρος Γυρτώνην καλεῖ ὡς Ἰτώνην καὶ Ἴτωνα, ἀπὸ Γύρτωνος τοῦ Φλεγύου ἀδελφοῦ, ὅστις αὐτὴν ἔκτισεν. Αἰσών. Δερτών πόλις Λιγύρων, Κρηστών πόλις Θρᾴκης παρ´ Ἡροδότῳ (I 57)· λέγεται καὶ Κρηστώνη Λυκόφρων (v. 937) «ὁρμοκωτῆσαι τόν τε Κρηστώνης θεόν». Κραννών, Νεών. τὸ Ἴτων πόλις Θεσσαλίας βαρύνεται ὡς ἑτέρῳ κανόνι ὑποπεσόν—καθόλου γὰρ τὰ εἰς 'των' δισύλλαβα φύσει μακρᾷ παραληγόμενα βαρύνεται, μὴ ὄντα τοπικά. πρόσκειται μὴ ὄντα τοπικὰ διὰ τὸ κοιτών. τὰ δὲ ἄλλα βαρύτονα. Πλούτων, γείτων, Τρίτων, Κρίτων, Βίτων. ἐκτέταται δὲ ποιητικῶς τὸ «Ἴτωνά τε μητέρα μήλων» (Β 696). οἱ δὲ ἐγχώριοι ὀξυτόνως αὐτήν φασιν Ἰτών· τινὲς δὲ Σιτῶνα αὐτήν φασι διὰ τὸ σιτοφόρον. λέγεται δὲ καὶ ἡ Ἴτωνος ἀπὸ Ἰτώνου ἥρωος, ἀφ´ οὗ καὶ Ἰτωνία ἡ Ἀθηνᾶ, ἥτις καὶ Ἰτώνη. σεσημείωται τὸ Σούλμων πόλις Σικελίας. τὸ δὲ Κρότων διαστολὴν ἔχει σημαινομένου. Τὰ εἰς 'ων' ὑπὲρ δύο συλλαβὰς ἐπὶ πόλεων ὀξύνεσθαι θέλει, εἰ μὴ εἰς 'λων' λήγοι, ἔχοντα πρὸ τοῦ τέλους 'α', ἢ ἔννοιαν συνθέσεως ἔχοι, Ἐλεών, Μεδεών Βοιωτικὴ πόλις. καὶ Φωκικὴ ἑτέρα. Στράβων ἐνάτῃ (p. 410. 423). ἐκλήθη δὲ ἀπὸ Μεδεῶνος τοῦ Πυλάδου καὶ Ἠλέκτρας. ἔστι καὶ τῆς Ἠπείρου πόλις καὶ κώμη .... Πετεών πόλις Βοιωτίας, Πορφυρεών πόλις Φοινίκη, Μεδιών, Σικυών, Βαβυλών. σεσημείωται τὸ Ἀσκάλων καὶ Καστάλων βαρύτονα ὡς εἰς 'αλων' ληγόμενα· τὸ δὲ
Pending translation