καὶ οὐδέτερον, ὁπότε σημαντικὸν τοῦ ἱματίου ἢ καὶ τοῦ ἀρότρου, ὡς καὶ παρ´ Ἀλκμᾶνι· ἀλλὰ καὶ παρὰ Ἀντιμάχῳ «ἀεὶ φάρεος χατέουσιν ἑκόντες». οὕτως ἐν τοῖς ἀντιγράφοις εὕρηται. —κάλλος· καὶ τοῦτό ἐστι μονῆρες. τὰ γὰρ εἰς 'ος' λήγοντα δισύλλαβα βαρύτονα ἔχοντα δισσὸν τὸ 'λ' οὐ θέλει εἶναι οὐδέτερα. Ὕλλος. Κύλλος τὸ κύριον. Σκύλλος, Ψύλλος, Τέλλος, Φέλλος τὸ κύριον, Βίλλος, σίλλος, Γρύλλος, Κόλλος, Γάλλος, ἴλλος, Γίλλος. ἔστι δὲ καὶ ἄλλα πολλὰ τούτοις ἐμφερῆ, ἅπερ παραιτεῖται τὸ οὐδέτερον γένος. δῆλον οὖν ὡς τὸ κάλλος πεπλάνηται ἢ περὶ ποσότητα τοῦ 'λ' ἢ περὶ τὸ γένος. ὅσα γὰρ οὐδέτερά ἐστιν εἰς 'ος' λήγοντα, ταῦτα παραιτεῖται ἔχειν ἕτερον 'λ', ὡς τὸ ἕλος—ἔστι καὶ πόλις Λακωνικὴ καὶ Μεσσηνίς «καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον» (Β 594) παρὰ τὸ ἐν ἕλει εἶναι· ἔστι καὶ Ἕλος Αἰγύπτου. ἔστι δὲ καὶ τόπος μεταξὺ τοῦ Πειραιέως καὶ τοῦ τετρακώμου Ἡρακλείου, ἐν ᾧ τοὺς γυμνικοὺς ἀγῶνας ἐτίθεσαν τοῖς παναθηναίοις— θάλος «φίλου θάλος» (Χ 87). —σκέλος, βέλος, τέλος, μέλος δισύλλαβα· τὰ δὲ διὰ τοῦ 'ελος' ὑπὲρ δύο συλλαβὰς ὄντα οὐδέτερα οὐκ εἰσὶν οἷον ζάφελος, σκόπελος, πέμπελος πλὴν τοῦ ὄφελος, ὅπερ εἰκότως ὡς μὴ ἔχον τι μιμήσασθαι, ἄκλιτον ἔμεινεν. ὕψος μόνον ὄνομα ἀρχόμενον ἀπὸ τοῦ 'υ' ἔχον ἐπιφερόμενον διπλοῦν. αἴτιον δὲ τὸ πάθος. γέγονε γὰρ παρὰ τὸ ὄπτω τὸ βλέπω ὄψω ὄψος καὶ τροπῇ Αἰολικῇ ὕψος. Αἰολεῖς δ´ ἴψος λέγουσιν αὐτὸ οἰκειότερον· ἔστι γὰρ εὑρέσθαι τὸ 'ι' πρὸ τοῦ διπλοῦ, ἵζω, ἰξός, «μέγα δ´ ἴψαο λαὸν Ἀχαιῶν» (Α 454). ὡσαύτως ἀπὸ μελλόντων τὸ ἅψος «λύθεν δέ οἱ ἅψεα πάντα» (δ 794) καὶ «πίσεα ποιήεντα» (Υ 9). στεῖνος τὸ οὐδέτερον—«στεῖνος ὁδοῦ κοίλης» (Ψ 419)· ἐπίσταται δὲ ὁ ποιητὴς καὶ τὴν δοτικὴν «στείνει ἐν αἰνοτάτῳ» (Il. Θ 476)—τὸ δὲ ἀρσενικὸν ὀξύνεται, ὡσαύτως καὶ μάκρος παρ´ Ἀριστοφάνει «ὦ Πόσειδον τοῦ μάκρους» (Av. 1131). καὶ μακρός—καὶ κλεῖτος παρ´ Ἀλκμᾶνι «τῷ ἐν Θεσσαλίῳ κλείτει» καὶ κλειτός. —οὖδος, ὅπερ ἀπὸ τοῦ οὖδας γίνεται ὡς γῆρος παρὰ τὸ γῆρας καὶ κῶος παρὰ τὸ κῶας καὶ ὦος παρὰ τὸ ὦας. —κνύος ἡ φθορά παρὰ τὸ κνύω παρ´ Ἡσιόδῳ ὡς παρὰ τὸ θύω θύος καὶ φλύω φλύος παρὰ Ἀρχιλόχῳ ἐπὶ φλυαρίας. Αἶπος ὄρος Λυδίας. Ἄργος διασημοτάτη πόλις Πελοποννήσου. δευτέρα Ἄργος τὸ Ἀμφιλοχικόν. τρίτη Θεσσαλίας ἡ νῦν Λάρισσα. τετάρτη Κιλικίας ἡ νῦν Ἀργειόπολις πέμπτη ἐν Νισύρῳ μιᾷ τῶν Κυκλάδων. ἕκτη κατὰ Τροιζῆνα. ἑβδόμη κατὰ Μακεδονίαν. ὀγδόη Ἄργος Ὀρέστιον ἡ ἐν Σκυθίᾳ. ἐνάτη Καρίας.
Pending translation