Prosodia Catholica (Herodian)

Passage 1.395
← Index
1.395
No summary yet
Ζανός τε κούρη Ζανί τ´ ἐλευθερίῳ». Ζήν ὁ Ζεύς καὶ Δήν, μήν, σπλήν, σφήν, ψήν ἀρσενικά, τὸ δὲ χήν κοινὸν τῷ γένει· θηλυκὸν γὰρ αὐτὸ οἶδεν ὁ ποιητής «ὡς ὅδε χῆν´ ἥρπαξ´ ἀτιταλλομένην ἐνὶ οἴκῳ» (Od. ο 174) καὶ «αἰετὸς ἀργὴν χῆνα φέρων» (ο 161), ἀρσενικὸν δὲ οὕτως «χῆνές μοι κατὰ οἶκον ἐείκοσι πυρὸν ἔδουσιν—ἐξ ὕδατος» (Od. τ 536), εἶτα ἐπιφέρει ἐλθὼν δ´ ἐξ ὄρεος μέγας αἰετὸς ἀγκυλοχείλης πᾶσι κατ´ αὐχένας ἦξε καὶ ἔκτανεν, οἱ δὲ κέχυντο. λέγεται δὲ καὶ Χήν πόλις Λακωνικῆς θηλυκῶς. καὶ τὸ μὲν χήν ἐν κοινότητι. Ὧι ὅμοιον δύναιτο ἂν εἶναι καὶ τὸ ῥήν τὸ θρέμμα, εἴ τις βούλοιτο. ἐπὶ δὲ τῆς αἰτιατικῆς Νίκανδρος (Ther. 453) «αὐτὰρ ὁ τοῦ καὶ ῥῆνα καὶ ἠνεμόεντα λαγωόν». τὸ δὲ φρήν μόνως θηλυκὸν πεπλάνηται περὶ τὸ γένος, διὸ καὶ ἐξηλλάγη αὐτοῦ ἡ κλίσις ὡς πρὸς τὰ ἄλλα μονοσύλλαβα, φρενός γάρ, τῶν ἄλλων φυλασσόντων τὸ 'η'. οὐκ ἀντιθήσει τις ἡμῖν τὸ παρὰ τῷ Ἑρμησιάνακτι ἐν Λεοντίου αʹ «δερκόμενος πρὸς κῦμα, μόνη δὲ οἱ ἐφλέγετο γλήν. οὐ γὰρ ἐντελές, ἀποκεκομμένον δὲ ἐκ τοῦ γλήνη. Ῥών πόλις τῆς Γανδαρικῆς Σκυθίας, κλών, πρών, Χών ὄνομα ποταμοῦ, ἐξ οὗ καὶ ἡ ἤπειρος Χωνία, παρὰ Ἡροδότῳ ( 9, 93) καὶ Χών τὸ ἐθνικόν, οὗ μέμνηται Στράβων ἐν ἕκτῃ (p. 254) »καὶ Χώνη πόλις ὑπὲρ αὐτῆς, ἀφ´ ἧς οἱ ταύτῃ Χῶνες ἐκλήθησαν«. χθών μόνον θηλυκὸν ἐκ τῶν εἰς 'ων' μονοσυλλάβων καὶ διαλλάξαν κατὰ τὴν κλίσιν. γίνεται δὲ παρὰ τὸ χῶ ῥῆμα χών καὶ χθών. Θών, ἀφ´ οὗ καὶ ἡ γενικὴ Θῶνος. τὸ δὲ Θῶν Θῶντος ἐκ πάντων τῶν μονοσυλλάβων μόνον περισπᾶται μιμησάμενον κατὰ τὴν κλίσιν τὴν σμῶντος, κλῶντος, δρῶντος μετοχήν. Τὰ εἰς 'ιν' μονοσύλλαβα δικατάληκτα ὀξύνεται, ἴν ἴς, ῥίν ῥίς, θίν θίς. * Εἰς 'υν' μονοσύλλαβον οὐκ ἔστιν εὑρεῖν· πάντα γὰρ ὑπὲρ μίαν συλλαβήν ἐστιν· διὸ τὴν κυνός γενικὴν ἀπὸ τῆς κύονος συνεκκεκόφθαι φαμέν, ὡς καὶ ἡ κλητικὴ μαρτυρεῖ ὦ κύον. Τὰ εἰς 'αξ' μονοσύλλαβα ὀξύνεται, σπάξ· οὕτως ὁ κύων παρὰ Πέρσαις, πλάξ, γλάξ βοτάνη γαλακτοποιός, ῥάξ· ἔστι δὲ καὶ Ῥάξ νῆσος
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 46 (21.3%) word LCS 11 (24.4%)
Show overlap highlight
…ς Γανδαρικῆς Σκυθίας, κλών, πρών, Χών ὄνομα ποταμοῦ, ἐξ οὗ καὶ ἡ ἤπειρος Χωνία, παρὰ Ἡροδότῳ ( 9, 93) καὶ Χών τὸ ἐθνικόν, οὗ μέμνηται Στράβων ἐν ἕκτῃ (p. 254) »καὶ Χώνη πόλις ὑπὲρ αὐτῆς, ἀφ´ ἧς οἱ ταύτῃ Χῶνες ἐκλήθησαν«. χθών μόνον θηλυκὸν ἐκ τῶν εἰς 'ων' μονοσυλλάβων καὶ διαλλάξαν κατὰ τὴν κλίσιν. γίνεται δὲ παρὰ τὸ χῶ ῥῆμα χών καὶ χθών. Θών, ἀφ´ οὗ καὶ ἡ γενικὴ Θῶνος. τὸ δὲ…
Χώνη, πόλις Οἰνώτρων, ἧς Στράβων μέμνηται ἐν ἕκτῃ “καὶ τὴν γῆν ὀνομάσαι Χώνην”. “καὶ Χώνη πόλις ὑπὲρ αὐτῆς, ἀφ´ ἧς οἱ ταύτῃ Χῶνες ἐκλήθησαν”. ἡ δὲ χώρα Χωνία. Λυκόφρων “ἄρδων βαθεῖαν Χωνίας παγκληρίαν”. οὐκοῦν καὶ Χώνιος, ὡς Θρᾴξ Θρᾳκός Θρᾴκιος Θρᾳκία, Τρώς Τρωός Τρώιος Τρωία.
char LCS 28 (46.7%) word LCS 5 (41.7%)
Show overlap highlight
…. οὐκ ἀντιθήσει τις ἡμῖν τὸ παρὰ τῷ Ἑρμησιάνακτι ἐν Λεοντίου αʹ «δερκόμενος πρὸς κῦμα, μόνη δὲ οἱ ἐφλέγετο γλήν. οὐ γὰρ ἐντελές, ἀποκεκομμένον δὲ ἐκ τοῦ γλήνη. Ῥών πόλις τῆς Γανδαρικῆς Σκυθίας, κλών, πρών, Χών ὄνομα ποταμοῦ, ἐξ οὗ καὶ ἡ ἤπειρος Χωνία, παρὰ Ἡροδότῳ ( 9, 93) καὶ Χών τὸ ἐθνικόν, οὗ μέμνηται Στράβων ἐν ἕκτῃ (p. 254) »καὶ Χώνη πόλις ὑπὲρ …
Ῥών, πόλις τῆς Γανδαρικῆς Σκυθίας. τὸ ἐθνικὸν Ῥώνιος ἢ Ῥωνίτης ὡς Θωνίτης.