Λυκίας. Πράξ Ἀχιλλέως ἀπόγονος, ὃς ἐξ Ἠπείρου μὲν ὥρμησε, ᾤκησε δὲ ἐν τῇ Λακωνικῇ, ἀφ´ οὗ Πρᾶκες ἔθνος. ὡσαύτως δὲ καὶ τὰ μετὰ συμφώνου ὀξύνεται στράγξ καὶ σάρξ. Τὰ εἰς 'ξ' μονοσύλλαβα ἔχοντα ἕν τι τῶν φύσει βραχέων, σπάνια ὄντα καὶ ἱστορίας ἐχόμενα, ὀξύνεται, Λέξ τὸ ἔθνος, κρέξ, πρόξ, φλόξ, κρόξ, δόρξ, ζόρξ, ὅλξ. Τὰ εἰς 'ξ' λήγοντα μονοσύλλαβα ἔχοντα ἕν τι τῶν φύσει μακρῶν ὀξύνεται, σφήξ· Σφῆκες δὲ ἐκαλοῦντο καὶ οἱ τὴν Κύπρον ἐνοικοῦντες. κήξ, βήξ, δήξ, πτώξ, πρώξ, ῥώξ, ὃ διὰ τοῦ 'γ' κλίνεται, ὤλξ· τὸ δὲ βῶξ μόνον ἐκ πάντων περισπᾶται, ἐπεὶ τούτου ἐντελέστερον τὸ βόαξ, ὡς Ἀριστοφάνης ἀλλ´ ἔχουσα γαστέρα μεστὴν βοάκων καὶ Φερεκράτης εἰπὼν τί ληρεῖς; ἀλλὰ φωνὴν οὐκ ἔχειν ἰχθῦν γέ φασι τὸ παράπαν ἐπιφέρει νὴ τὼ θεώ κοὐκ ἔστιν ἰχθῦς ἄλλος ἢ βόαξ. Ἀριστοτέλης δὲ ὅτι μόνος τῶν ἰχθύων φωνὴν προΐεται καὶ οὕτως ὠνόμασται. Τὰ εἰς 'ιξ' μονοσύλλαβα ὀξύνεται, στίξ ἡ τάξις, φρίξ, θρίξ, ψίξ, πνίξ, πλίξ, Βρίξ ἔθνος Θρᾳκικόν. Ἡρόδοτος ἑβδόμῃ (c. 73) »οἱ δὲ Φρύγες, ὡς Μακεδόνες λέγουσι, καλέονται Βρίγες« ἀπὸ Βρίγου τοῦ κατοικήσαντος ἐν Μακεδονίᾳ, ἴξ θηρίδιόν τι ἐσθίον τὰς ἀμπέλους, Φίξ, Σφίξ, στρίξ καὶ στρίγξ εἶδος ὀρνέου, ὅπερ τινὲς καὶ διὰ τοῦ 'λ' γράφουσι στλίξ, Λίγξ ποταμὸς Μαυριτανίας καὶ πόλις· τινὲς δὲ Λίξον γράφουσιν. Τὰ εἰς 'υξ' μονοσύλλαβα ὀξύνεται, τρύξ, Φρύξ τὸ κύριον καὶ τὸ ἐθνικόν, Βρύξ Μακεδονικὸν ἔθνος προσεχὲς Ἰλλυριοῖς, πτύξ, Στύξ, νύξ, στρύξ, πνύξ τὸ παρ´ Ἀθηναίοις δικαστήριον· ἔστι πύκν ὄνομα
Pending translation