Σήρ ἔθνος Ἰνδικόν, ὅθεν σηρικὰ τὰ πολυτελῆ ἱμάτια. Τρήρ Θρᾴκιον ἔθνος. λέγεται καὶ τρισυλλάβως παρὰ Καλλίνῳ τῷ ποιητῇ »Τρήρεας ἄνδρας ἄγων«. Θεόπομπος Θρᾶρας αὐτοὺς καλεῖ. Ἀρριανὸς δὲ ἐν Βιθυνιακοῖς Τρίηρας. θήρ, φήρ ὁ κένταυρος »φηρσὶν ὀρεσκῴοις« (Α 268) καὶ κήρ τὸ θηλυκὸν ἡ θανατηφόρος μοῖρα »μάρτυροι οὓς μὴ κῆρες ἔβαν θανάτοιο φέρουσαι« (Β 302) καὶ κατὰ ποιητικὴν συστολὴν τοῦ 'η' εἰς 'α' »τίω δέ μιν ἐν καρὸς αἴσῃ« (Ι 378), ἤρ ἐπὶ τῆς ἐπικουρίας· καὶ ὀξύνεται ἡ γενικὴ ἠρός καὶ ἡ αἰτιατικὴ ἦρα καὶ ἐν συνθέσει ἐπιῆρα. βήρ τὸ φρέαρ παρὰ Φοίνιξι. —Τὰ εἰς 'ειρ' λήγοντα μονοσύλλαβα τρία μόνα εἰσίν, ἓν μὲν θηλυκὸν τὸ χείρ, δύο δὲ ἀρσενικὰ τὸ Εἴρ· ἔστι δὲ ὄνομα ποταμοῦ, οὗ μέμνηται Ἀρτεμίδωρος ἐν Γεωγραφουμένοις καὶ τὸ φθείρ. τὸ δὲ Φθίρ ὁ υἱὸς τοῦ Ἐνδυμίωνος διὰ τοῦ 'ι' γράφεται, παρὰ δὲ τοῦτο τὸ ὄρος Καρίας καὶ οἱ κατοικοῦντες Φθῖρες »Φθιρῶν τ´ ὄρος ἀκριτόφυλλον« (Β 868). ὁμοίως καὶ τὸ Σίρ ἔθνος Θρᾴκης ὑπὲρ τοὺς Βυζαντίους. —φώρ ὁ κλέπτης, Νώρ ὄνομα ἔθνους. Σώρ. τὸ δὲ ὦρ περισπᾶται· ἔστι δὲ μόνον θηλυκὸν εἰς 'ωρ' ἐκ τοῦ ὄαρ γενόμενον κατὰ κρᾶσιν τοῦ 'ο' καὶ 'α' εἰς 'ω' ὥσπερ κρείττονα κρείττω· ἡ δὲ εὐθεῖα οὐχ εὕρηται, ἀναπλάττομεν δὲ αὐτὴν ἀπὸ τοῦ »ἀμύνεμεν ὤρεσιν« (Il. Ε 486).
Pending translation