τὸ μέντοι πῦρ, ὅπερ Σιμωνίδης καὶ ἕνεκα μέτρου δισυλλάβως ἀπεφήνατο· »τοῦτο γὰρ μάλιστα φῆρες ἔστυγον πύϊρ«, στῆρ, κῆρ τὸ κέαρ, σκῶρ ἡ κόπρος ὡς οὐδέτερα περισπᾶται. ὡσαύτως καὶ βλῆρ Αἰολικῶς τὸ δέλεαρ. οἱ Αἰολεῖς τὸ 'δ' εἰς 'β' τρέπουσι· τοὺς γὰρ δελφῖνας βελφῖνάς φασι καὶ τοὺς Δελφούς Βελφούς· οὕτως οὖν δέλεαρ βέλεαρ καὶ κατὰ συγκοπὴν καὶ συναλοιφὴν βλῆρ πεποίηται. οὕτω καὶ οἱ Βοιωτοὶ ποιοῦσι. τὸ δὲ Σῦρ οὐ σύνηθες παρὰ Ἕλλησιν, ἀλλ´ ἱστορίας ἐχόμενον, ἄλλως τε οὐδ´ ἄντικρυς οὐδέτερον. οὕτω γὰρ ἐκαλεῖτο πρότερον ἡ Φοινίκη. Τὰ εἰς 'ας' μονοσύλλαβα, εἰ μὲν ἀποβολῇ τοῦ 'ς' τὴν γενικὴν ποιοῦσι, περισπῶνται, ὁ Γρᾶς τοῦ Γρᾶ, ὁ Θᾶς τοῦ Θᾶ ὄνομα κύριον, ὁ Χνᾶς τοῦ Χνᾶ· οὕτως δὲ ἐλέγετο ὁ Ἀγήνωρ, ὅθεν καὶ ἡ Φοινίκη Χνᾶ λέγεται. Δᾶς· ὄνομα δὲ τοῦτο ποταμοῦ. Βᾶς· ἱστορεῖται δὲ οὗτος βασιλεὺς Πόντου. Λᾶς· τοῦτο δὲ καὶ ποταμὸν καὶ λίθον καὶ πόλιν σημαίνει· πᾶς πᾶ ὁ πατήρ· εἰ δὲ περιττοσυλλάβως κλίνοιτο μονογενῆ ὄντα, ὀξύνεται, Πράς Πράντος ὄνομα πόλεως Περραιβικῆς καὶ ποταμοῦ καὶ τὸ ἐθνικὸν ὁμοφώνως, εἰ καὶ ἐν τῷ Ὀνοματικῷ εἶπον αὐτὸ περισπᾶσθαι, Ζάς Ζάντος ὁ Ζεύς, Φθάς κύριον, κράς ἡ κεφαλή. τοῦτο δὲ μόνον διὰ τοῦ 'τ' ἐκλίθη, τῶν ἄλλων μονοσυλλάβων ὀξυτόνων μετοχικῶς κατὰ τὸ φάς φάντος διὰ τοῦ 'ντ' κλινομένων. ἔχομεν δὲ χρῆσιν τῆς εὐθείας παρὰ Σιμμίᾳ τῷ Ῥοδίῳ οὕτως »χρυσῷ τοι φαέθοντι πολύλλιτος ἐμφέρεται κράς«. τὸ μέντοι πᾶς παντός τριγενές. τὸ δὲ δᾴς δᾳδός τοῦ 'ι' προσγεγραμμένου ὀξύνεται ὡς ἐκ τοῦ δαΐς ὀξυνομένου συναιρεθέν.
Pending translation