Τὸ ναῦς ὃ καὶ νᾶς, καὶ γραῦς καὶ βαῦς μόνως θηλυκὰ περισπᾶται καὶ τὰ εἰς 'αις' μονοσύλλαβα, παῖς κοινὸν κατὰ γένος· ἔστι δὲ ἀπὸ τοῦ πάϊς· σταῖς οὐδέτερον. τὸ δὲ δαίς ἡ εὐωχία θηλυκὸν ὀξύνεται. Τὰ εἰς 'εἰς' μονογενῆ ὀξύνονται, δείς ἄρρητον, ὅπερ ἀεὶ μετὰ τῆς οὐ ἀποφάσεως ἢ τῆς μή ἀπαγορεύσεως σύνεστιν, οὐδείς μηδείς. μείς Αἰολικῶς ὁ μήν, κτείς καὶ κλείς θηλυκόν. τὸ μέντοι εἷς περισπᾶται ὡς τριγενές. τὰ γὰρ εἰς 'εις' λήγοντα ὀνόματα κοινολεκτούμενα ἔχοντα οὐδετέρου παρασχηματισμὸν ἀποστρέφονται τὴν ὀξεῖαν τάσιν οἷον χαρίεις χαρίεν, δαφνήεις δαφνῆεν, αὐδήεις αὐδῆεν. τούτῳ οὖν τῷ λόγῳ καὶ τὸ εἷς ἔχον οὐδετέρου παρασχηματισμὸν οἷον τὸ ἕν ἀποστρέφεται τὴν ὀξεῖαν τάσιν. πρόσκειται »ὀνόματα« διὰ τὰς μετοχὰς οἷον διὰ τὸ τυφθείς τοῦ τυφθέντος, δαρείς δαρέντος, νυγείς νυγέντος. ταῦτα γὰρ ὀξύνονται. πρόσκειται »κοινολεκτούμενα«, ἐπεὶ τὸ εὐσεβής καὶ εὐγενής οἱ Βοιωτοὶ διὰ τῆς 'ει' διφθόγγου προφέρονται. πρόσκειται »ἔχοντα οὐδετέρου παρασχηματισμόν« διὰ τὸ κτείς κτενός. τοῦτο γὰρ ὀξύνεται, ἀλλ´ οὐκ ἔχει οὐδετέρου παρασχηματισμόν. τὸ οὖν εἷς ὡς ἔχον οὐδετέρου παρασχηματισμὸν οἷον τὸ ἕν οὐ δύναται ὀξύνεσθαι· ἀλλ´ οὐδὲ βαρύνεσθαι δύναται, ἐπεὶ μονοσύλλαβόν ἐστι, τὰ δὲ μονοσύλλαβα οὐδέποτε βαρύνονται, ἀλλ´ ἢ ὀξύνονται οἷον Κρής Τρώς πούς τίς νύξ φλόξ ἢ περισπῶνται οἷον βοῦς νοῦς παῖς γραῦς πᾶς. μὴ δυνάμενον οὖν τὸ εἷς μήτε ὀξύνεσθαι ὡς ἔχον οὐδετέρου παρασχηματισμὸν μήτε βαρύνεσθαι ὡς μονοσύλλαβον ἐξ ἀνάγκης περιεσπάσθη. Ἀμέλει ὅταν πλεονάσῃ τὸ 'ε' καὶ ὑπερβῇ τὴν μονοσυλλαβίαν βαρύνεται οἷον ἕεις ὡς παρὰ τῷ Ἡσιόδῳ (Theog. 145) »κυκλοτερὴς ὀφθαλμὸς ἕεις ἐνέκειτο μετώπῳ«. Τὰ εἰς 'οις' περισπᾶται· ἔστι δὲ δύο μόνα τὸ οἶς καὶ παρ´ Ἀττικοῖς τὸ φθοῖς συναιρεθέντα ἐκ δισυλλάβων τὸ ὄϊς καὶ φθόϊς. Τὰ εἰς 'ευς' μονοσύλλαβα ὀξύνεται, Ζεύς, Φλεύς ἐπὶ τοῦ Διονύσου κείμενον, ὡς ἐν ταῖς ἐπικλήσεσιν εὕρομεν, Νεύς ἐπὶ ποταμοῦ κείμενον, ὥς φησι Φιλέας, θεύς ἐκ συναλοιφῆς γενόμενον, Δεύς ὑπὸ Βοιωτῶν ὁ Ζεύς, σεύς ἀπὸ ἀναλογίας πλασσόμενον, Δνεύς ἐθνικὸν
Pending translation