Prosodia Catholica (Herodian)

Passage 1.403
← Index
1.403
No summary yet
* Εἰς 'ος' μονοσύλλαβον οὐκ ἔστιν εὑρεῖν. τὸ γὰρ πός οἷον »ᾧ πὸς ἄγ´, ἱεμένοισιν« ἀπὸ τοῦ πούς γέγονε κατὰ ἀποβολὴν τοῦ 'υ' καὶ τὸ ὅς ἄρθρον ἐστίν. καὶ ἔστιν εἰπεῖν, ὅτι κανών ἐστιν ὁ λέγων ὅτι πᾶν ὄνομα μονοσύλλαβον μακροκαταληκτεῖν θέλει φύσει ἢ θέσει χωρὶς τοῦ τίς. ἄλλως τε δύο κανόνες ἤμελλον μάχεσθαι. καθὸ μὲν γὰρ εἰς 'ος' εἰσίν, ὤφειλεν εἰς 'ου' ἔχειν τὴν γενικήν. καθὸ δὲ πάλιν πᾶσα μονοσύλλαβος εὐθεῖα ἰσοσυλλάβως κλινομένη ἀποβολῇ τοῦ 'ς' τὴν γενικὴν ποιεῖ ὁ Χνᾶς τοῦ Χνᾶ, ὁ Δρῆς τοῦ Δρῆ, ὁ νοῦς τοῦ νοῦ, ὁ ῥοῦς τοῦ ῥοῦ, ἠναγκάζοντο καὶ ταῦτα ἀποβολῇ τοῦ 'ς' τὴν γενικὴν ἀποτελεῖν καὶ οὐχὶ εἰς τὴν 'ου' δίφθογγον ἔχειν αὐτήν. τῶν οὖν δύο κανόνων μαχομένων ἐπιλελοίπασι τὰ εἰς 'ος' μονοσύλλαβα ὀνόματα. Τὰ εἰς 'υς' μονοσύλλαβα περισπῶνται, μῦς, δρῦς· ἔστι δὲ καὶ πόλις Θρᾴκης. Ἑκαταῖος Εὐρώπῃ. σῦς καὶ ὗς. φυλάσσουσι δὲ τὸ 'υ' ἐν τῇ κλίσει· τῶν δὲ ὑπὲρ μίαν συλλαβὴν ἀρσενικῶν ἓν μόνον ὁ ἰχθῦς ὁμοίως ἐκλίθη τοῖς προειρημένοις. Τὰ εἰς 'ως' ἀρσενικὰ μονοσύλλαβα περιττοσύλλαβα ὀξύνεται, Τρώς τὸ ἐθνικὸν ὁμόφωνον τῷ κτίστῃ ὡς Ἀχαιός, Δαναός, Σικελός, θώς, πλώς ἰχθῦς τις. δμώς, φώς ὁ ἄνθρωπος, χρώς »ἐπεὶ οὔ σφι λίθος χρὼς οὐδὲ σίδηρος (Il. Δ 510). Μώς τὸ μέντοι κατὰ τροπὴν Δωρικὴν γινόμενον βῶς ἀπὸ τοῦ βοῦς βοός περισπᾶται. τὰ μέντοι ἰσοσύλλαβα περισπῶνται, σώς «νῦν τοι σῶς αἰπὺς ὄλεθρος» (Ν 773)· γέγονε δὲ ἢ ἀπὸ τοῦ σόος, ὡς οἴεται Φιλόξενος, ἢ ἐκ τοῦ σῶος ἢ ἐκ τοῦ σάος. Κρῶς ὄνομα ἥρωος ὁμοφωνοῦν τῇ πόλει, ἔστι δὲ Αἰγύπτου. Ἑκαταῖος περιηγήσει Ἀσίας. Γλῶς ὄνομα ἥρωος, Κῶς πόλις καὶ νῆσος. καὶ Ὅμηρος «καὶ Κῶν Εὐρυπύλοιο πόλιν» (Β 677). λέγεται καὶ Κώως διὰ δύο 'ωω' καὶ Κόως, ἀφ´ οὗ τὸ παρ´ Ὁμήρῳ τοπικὸν «καί μιν ἔπειτα Κόωνδ´ εὐναιομένην ἀπένεικας» (Il. Ξ 255). λέγεται καὶ Κόος διὰ δύο 'οο'. ἔοικεν οὖν τὸ πρωτότυπον Κῶς. οὕτως γὰρ καὶ ὁ κτίστης. ἔστι καὶ ἐν Αἰγύπτῳ πόλις Κῶς. ἔστι δὲ καὶ κῶς τὸ ὄρυγμα τὸ ἐν
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 66 (9.4%) word LCS 16 (11.3%)
Show overlap highlight
… ἔστι δὲ Αἰγύπτου. Ἑκαταῖος περιηγήσει Ἀσίας. Γλῶς ὄνομα ἥρωος, Κῶς πόλις καὶ νῆσος. καὶ Ὅμηρος «καὶ Κῶν Εὐρυπύλοιο πόλιν» (Β  677). λέγεται καὶ Κώως διὰ δύο 'ωω' καὶ Κόως, ἀφ´ οὗ τὸ παρ´ Ὁμήρῳ τοπικὸν «καί μιν ἔπειτα Κόωνδ´ εὐναιομένην ἀπένεικας» (Il. Ξ  255). λέγεται καὶ Κόος διὰ δύο 'οο'. ἔοικεν οὖν τὸ πρωτότυπον Κῶς. οὕτως γὰρ καὶ ὁ κτίστης. ἔστι καὶ ἐν Αἰγύπτῳ πόλις Κῶς. ἔστι δὲ καὶ κῶς τὸ ὄρυγμα τ…
Κῶς, πόλις καὶ νῆσος. καὶ Ὅμηρος “καὶ Κῶν Εὐρυπύλοιο [πόλιν]”. ἣ Μεροπίς ἐκαλεῖτο ἀπὸ γηγενοῦς Μέροπος. Κῶς δὲ ἀπὸ Κῶ τῆς Μέροπος θυγατρός. ἐκαλεῖτο δὲ καὶ Καρίς· λέγεται καὶ Κώως διὰ δύο « ω », καὶ Κόως ἀφ´ οὗ τὸ παρ´ Ὁμήρῳ τοπικόν “καί μιν ἔπειτα Κόωνδ´ εὐναιομένην ἀπένεικας”. λέγεται καὶ Κόος διὰ δύο « οο ». ἔοικεν οὖν τὸ πρωτότυπον Κῶς οὕτως γὰρ καὶ ὁ κτιστής. τῆς Κέω τὸ ἐθνικὸν Κέιος, καὶ ἐκτάσει Κήιος, ὡς τῆς Τέω Τέιος καὶ Τήιος, καὶ Κεῖος διὰ διφθόγγου. τῆς δὲ Κῶ μονοσυλλάβου Κῷος καὶ …
char LCS 37 (7.6%) word LCS 7 (6.7%)
Show overlap highlight
…ῶν δὲ ὑπὲρ μίαν συλλαβὴν ἀρσενικῶν ἓν μόνον ὁ ἰχθῦς ὁμοίως ἐκλίθη τοῖς προειρημένοις. Τὰ εἰς 'ως' ἀρσενικὰ μονοσύλλαβα περιττοσύλλαβα ὀξύνεται, Τρώς τὸ ἐθνικὸν ὁμόφωνον τῷ κτίστῃ ὡς Ἀχαιός, Δαναός, Σικελός, θώς, πλώς ἰχθῦς τις. δμώς, φώς ὁ ἄνθρωπος, χρώς »ἐπεὶ οὔ σφι λίθος χρὼς οὐδὲ σίδηρος (Il. Δ  510). Μώς τὸ μέντοι κατὰ τροπὴν Δωρικὴν γινόμενον βῶς ἀπὸ τοῦ βοῦ…
Τροία, χώρα Ἀσίας, ἡ πρότερον Ἰδαία εἶτα Τευκρίς εἶτα Τροία ἀπὸ Τρωός κατὰ Βοιωτούς, ἢ μᾶλλον ὡς βοιωτιακόν, ὡς Ἡρωδιανός. τὸ ἐθνικὸν Τρώς, ὁμόφωνον τῷ κτιστῇ, ὡς Ἀχαιός Δαναός Σικελός. τὸ θηλυκὸν Τρωίς καὶ Τρωιάς. ἢ παρὰ τὸ Τρώιος Τρωιάς, ὡς Λέσβιος Λεσβιάς. ἔστι καὶ Τρῴα θηλυκῶς. [καὶ Τρωίς καὶ Τρωιάς.] καὶ Τρωικόν τὸ κτητικόν. καὶ Τρωίη. εἰσὶ καὶ ἄλλαι Τροῖαι. ἐν Ἀττικῇ κώμη, ἥ τις νῦν Ξυπετή δῆμος…
char LCS 22 (8.6%) word LCS 5 (11.6%)
Show overlap highlight
…ρ´ Ὁμήρῳ τοπικὸν «καί μιν ἔπειτα Κόωνδ´ εὐναιομένην ἀπένεικας» (Il. Ξ  255). λέγεται καὶ Κόος διὰ δύο 'οο'. ἔοικεν οὖν τὸ πρωτότυπον Κῶς. οὕτως γὰρ καὶ ὁ κτίστης. ἔστι καὶ ἐν Αἰγύπτῳ πόλις Κῶς. ἔστι δὲ καὶ κῶς τὸ ὄρυγμα τὸ ἐν
Βαβυλών, Περσικὴ πόλις, μητρόπολις, Σελεύκεια καλουμένη, κτίσμα Βαβυλῶνος, ἀνδρὸς σοφωτάτου, παιδὸς Βήλου, παλαίτατον, οὐχ ὡς Ἡρόδοτος ὑπὸ Σεμιράμιδος· ταύτης γὰρ ἦν ἀρχαιοτέρα ἔτεσι χιλίοις δύο, ὡς Ἑρέννιος. ἔστι καὶ ἐν Αἰγύπτῳ πόλις. τὸ ἐθνικὸν Βαβυλώνιος καὶ Βαβυλωνεύς, καὶ Βαβυλωνίς καὶ Βαβυλωνία τὰ θηλυκά.
char LCS 15 (10.2%) word LCS 5 (15.2%)
Show overlap highlight
…μένην ἀπένεικας» (Il. Ξ  255). λέγεται καὶ Κόος διὰ δύο 'οο'. ἔοικεν οὖν τὸ πρωτότυπον Κῶς. οὕτως γὰρ καὶ ὁ κτίστης. ἔστι καὶ ἐν Αἰγύπτῳ πόλις Κῶς. ἔστι δὲ καὶ κῶς τὸ ὄρυγμα τὸ ἐν
Κῶς, τὸ ὄρυγμα τὸ ἐν Κορίνθῳ, οὗ καθείργνυον τοὺς φῶρας καὶ τοὺς δραπέτας. λέγεται καὶ κῶος, κῶες δὲ οἱ ἐν αὐτῷ ἀνατραφέντες. κώους γὰρ τὰ κοιλώματα τῆς γῆς καὶ πάντα τὰ σπήλαια ἔλεγον.