Prosodia Catholica (Herodian)

Passage 1.404
← Index
1.404
No summary yet
Κορίνθῳ, οὗ καθείργνυον τοὺς φῶρας καὶ τοὺς δραπέτας. λέγεται καὶ κῶος, κῶες δὲ οἱ ἐν αὐτῷ ἀνατραφέντες. κώους γὰρ τὰ κοιλώματα τῆς γῆς καὶ πάντα τὰ σπήλαια ἔλεγον. Τλῶς ὁ Τρεμίλητος καὶ Πραξιδίκης νύμφης καὶ ἀπ´ αὐτοῦ Τλῶς πόλις Λυκίας. ἔστι καὶ Τλῶς τὸ ἐθνικόν. ἔστι καὶ ἄλλη Τλῶς πόλις Πισιδίας. Λῶς νῆσος περὶ Θετταλίαν. Ἀρτεμίδωρος. χωρὶς τοῦ ζώς «ἦ κε ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυπῇσι» (Ε 887). τοῦτο δὲ ὁ Ἀσκαλωνίτης ἀξιοῖ περισπᾶν οὐχ ὑγιῶς. ἐκ γὰρ ὀξυνομένου τοῦ ζωός γενόμενον τὸ ζώς δεῖ ὀξύνειν ὥσπερ ἐπὶ τοῦ ἑσταώς ἑστώς, βεβαώς βεβώς. καὶ τὸ δώς «δὼς ἀγαθή, ἅρπαξ δὲ κακὴ θανάτοιο δότειρα (Hesiod. Opp. 354) ὀξύνεται· ἔστι δὲ ἄκλιτον. —Τὰ εἰς 'ως' οὐδέτερα περισπᾶται, τὸ φῶς, τὸ ὦς. Τὰ εἰς 'ψ' μονοσύλλαβα ὀξύνεται, κνάψ ὁ δαλός, μάψ ὄρνεόν τι, δράψ κείμενον παρ´ Ἀριστοφάνει, λάψ παρὰ Ταραντίνοις, γράψ καὶ φάψ θηλυκά, φλέψ, κλέψ ὁ κλέπτης, σκέψ, θήψ καὶ σήψ εἶδος ὄφεως σῆψιν ἐμποιοῦν, ἴψ ὁ σκώληξ, λίψ ὁ ἄνεμος, Νίψ ὄνομα κρήνης, κνίψ, ὁ δὲ Ἀριστοτέλης μετὰ τοῦ 'σ' σκνίψ, θρίψ, ῥίψ πλέγμα ψιαθῶδες, στύψ, γύψ, γρύψ, Ῥύψ ὁ κατοικῶν Ῥύπας πόλιν Ἀχαϊκήν, ὤψ ὁ ὀφθαλμός καὶ ὄνομα κύριον »Εὐρύκλει´ Ὦπος θυγάτηρ« (Od. α 429), ῥώψ τὰ νεοθαλῆ τῶν δρυῶν, θώψ ὁ πλάνος, κνώψ εἶδος θηρίου, κλώψ ὁ κλέπτης, σκώψ ὁ σκώπτης, Ἀριστοτέλης δὲ χωρὶς τοῦ 'σ', Κρώψ. Κρῶπας γὰρ Ἀνδροτίων φησὶ Κρωπιὰν δῆμον τῆς Λεοντίδος φυλῆς. * Τὰ εἰς 'α' θηλυκὰ μονοσύλλαβα περισπᾶται πάντα, μνᾶ σύνηθες Ἀττικοῖς καὶ τῇ νῦν χρήσει καὶ Χνᾶ ἀπεξενωμένον, ἡ Φοινίκη οὕτως ἐκαλεῖτο τὸ πρότερον, Φνᾶ νῆσος, Λᾶ πόλις Λακωνική. Λυκόφρων
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 132 (89.8%) word LCS 28 (84.8%)
Show overlap highlight
Κορίνθῳ, οὗ καθείργνυον τοὺς φῶρας καὶ τοὺς δραπέτας. λέγεται καὶ κῶος, κῶες δὲ οἱ ἐν αὐτῷ ἀνατραφέντες. κώους γὰρ τὰ κοιλώματα τῆς γῆς καὶ πάντα τὰ σπήλαια ἔλεγον. Τλῶς ὁ Τρεμίλητος καὶ Πραξιδίκης νύμφης καὶ ἀπ´ αὐτοῦ Τλῶς πόλις Λυκίας. ἔστι καὶ Τλῶς τὸ ἐθνικόν. ἔστι καὶ ἄλλη Τλῶς πόλις Πισιδίας. Λῶς νῆσος περὶ Θετταλίαν…
Κῶς, τὸ ὄρυγμα τὸ ἐν Κορίνθῳ, οὗ καθείργνυον τοὺς φῶρας καὶ τοὺς δραπέτας. λέγεται καὶ κῶος, κῶες δὲ οἱ ἐν αὐτῷ ἀνατραφέντες. κώους γὰρ τὰ κοιλώματα τῆς γῆς καὶ πάντα τὰ σπήλαια ἔλεγον.
char LCS 29 (16.3%) word LCS 6 (16.2%)
Show overlap highlight
…καθείργνυον τοὺς φῶρας καὶ τοὺς δραπέτας. λέγεται καὶ κῶος, κῶες δὲ οἱ ἐν αὐτῷ ἀνατραφέντες. κώους γὰρ τὰ κοιλώματα τῆς γῆς καὶ πάντα τὰ σπήλαια ἔλεγον. Τλῶς ὁ Τρεμίλητος καὶ Πραξιδίκης νύμφης καὶ ἀπ´ αὐτοῦ Τλῶς πόλις Λυκίας. ἔστι καὶ Τλῶς τὸ ἐθνικόν. ἔστι καὶ ἄλλη Τλῶς πόλις Πισιδίας. Λῶς νῆσος περὶ Θετταλίαν. Ἀρτεμίδωρος. χωρὶς τοῦ ζώς «ἦ κε ζὼς ἀμ…
Τλῶς, πόλις Λυκίας, ἀπὸ Τλῶ τοῦ Τρεμίλητος καὶ Πραξιδίκης νύμφης. τὸ ἐθνικὸν διχῶς καὶ Τλωεύς καὶ Τλωίτης. ἔστι καὶ Τλῶς Τλωός τὸ ἐθνικόν, ἀλλὰ καὶ Τλώιος. ἔστι καὶ ἄλλη Τλῶς πόλις Πισιδίας. τὸ κτητικὸν Τλωικός καὶ Τλωική.