1.405
Passage begins with discussion of place-names (La, Laan, Ma, Rhea) and phonetic phenomena of -η monosyllables and dialectal variants (Syrio, Attic). It then treats tonos (accent) of names in oblique cases and numbers: general and dative long endings attract the accent (περισπᾶται), with examples (καλοῦ, Φιλητᾶ, ἐμοῦ), notes on pronouns ἐμοί/σοί, Attic patterns (νεώς, λεώς) and Menelaos’ accentuation across cases.
(v. 95) »καὶ Λᾶν περήσεις«. ταύτην δὲ διαλύσας Ὅμηρός φησιν (Β 585) »οἵ τε Λάαν εἶχον ἠδ´ Οἴτυλον ἀμφενέμοντο«. κεῖται δὲ ἐπὶ πέτρας ὑψηλῆς, διὸ Λᾶ καλεῖται. Μᾶ, ἣ τῇ Ῥέᾳ εἵπετο. ἐκαλεῖτο δὲ καὶ ἡ Ῥέα Μᾶ. * Τὰ εἰς 'η' μονοσύλλαβα ἐκ συναιρέσεως περισπᾶται, μόνη δὲ ἡ γῆ κοινὴ συνήθης, τὸ γὰρ Ῥῆ ἡ Ῥέα ἴδιόν ἐστι τοῦ Συρίου καὶ οὐ πᾶσιν ἴσως ἢ καὶ Ἀττικοῖς γνωστόν· τὸ δὲ πλῆ εἰρημένον παρὰ Διογένει τῷ Ἀπολλωνιάτῃ ἀντὶ τοῦ πλέη θηλυκοῦ ἐπιθετικῶς ἄγνωστον τοῖς ἄλλοις. ἀλλὰ καὶ ἡ νέα νῆ εἰρημένον ἐν Σαμίων ὥροις· »τῇ δὲ νῇ τῶν Πυθιογειτόνων τις συγκυρέων ἐλάμβανε« καὶ παρὰ Ἀριστοφάνει ἐν Αἰολοσίκωνι καί κ´ ἐπιθυμήσειε νέος νῆς ἀμφιπόλοιο. {1ΠΕΡΙ ΤΟΝΟΥ ΤΩΝ ΚΑΤΑ ΚΛΙΣΙΝ ΑΡΙΘΜΩΝ ΚΑΙ ΤΩΝ ΚΑΤΑ ΘΕΜΑ ΕΙΡΗΜΕΝΩΝ. ΒΙΒΛΙΟΝ ιεʹ. Περὶ τοῦ ἐν ταῖς πλαγίαις τῶν ὀνομάτων τόνου. Περὶ τόνου τῆς ἑνικῆς γενικῆς.}1 Πᾶσα γενικὴ καὶ δοτικὴ μακροκατάληκτος ἐφ´ ἑαυτῆς τέλους ἔχουσα τὸν τόνον περισπᾶται, ἑνική τε καὶ δυϊκὴ καὶ πληθυντική, καλοῦ καλῷ καλοῖν καλοῖς, τοῦ Φιλητᾶ τῷ Φιλητᾷ τοῖν Φιληταῖν τῶν Φιλητῶν τοῖς Φιληταῖς, τῆς καλῆς τῇ καλῇ ταῖν καλαῖν τῶν καλῶν ταῖς καλαῖς, ἐμοῦ ἐμῷ ἐμοῖν ἐμῶν ἐμοῖς. σεσημείωνται ἐν ταῖς ἀντωνυμίαις ἡ ἐμοί καὶ σοί δοτικαὶ ὀξυνόμεναι· ἡ γὰρ τοῦ τρίτου οἷ περισπᾶται. ὑποκείσθω δὲ καὶ τὰ Ἀττικὰ τοῦ νεώ τοῦ λεώ ὀξυνόμενα· τὸν τόνον γὰρ τῆς κοινῆς εὐθείας φυλάττουσιν ἐν πάσῃ πτώσει. τοῦ γὰρ Μενέλαος προπαροξυνομένου καὶ τὸ Ἀττικὸν κατὰ πᾶσαν πτῶσιν προπαροξύνεται, ὁ Μενέλεως τοῦ Μενέλεω τῷ Μενέλεῳ καὶ ἐν ταῖς ἄλλαις πτώσεσι καὶ ἀριθμοῖς ὁμοίως. οὕτως οὖν καὶ τοῦ λαός καὶ ναός ὀξυνομένων καὶ τὰ ἀπὸ τούτων Ἀττικὰ ὀξυνθήσεται, ὁ νεώς τοῦ νεώ καὶ ἐπὶ δυϊκῇ καὶ πληθυντικῇ ὁμοίως.
Pending translation