Prosodia Catholica (Herodian)

Passage 1.406
← Index
1.406
No summary yet
Πᾶσα γενικὴ ὀνόματος κοινὴ ἀπαθὴς ἐπὶ ταύτης τῆς συλλαβῆς ἔχει τὸν τόνον, ἐφ´ ἧς καὶ ἡ εὐθεῖα, χωρὶς εἰ μὴ ἕτερος λόγος κωλύσῃ, ὑπεσταλμένων τῶν εἰς 'ος' δισυλλάβων γενικῶν, Αἴαντος ἐκ τοῦ Αἴας, λέβης λέβητος ἐπὶ τῆς πρώτης, ταχύς ταχέος, ὀξύς ὀξέος ἐπὶ τῆς δευτέρας, Ἀχιλλεύς Ἀχιλλέως, εὐγενής εὐγενέος ἐπὶ τῆς τρίτης. τὰ μέντοι προπαροξύτονα ἐπὶ τῆς εὐθείας οὐ φυλάττει τὸν κανόνα, ἐπεὶ ἀδύνατόν ἐστι πρὸ τῶν τριῶν συλλαβῶν δοθῆναι τόνον, Ἄδωνις Ἀδώνιδος, φίλημα φιλήματος. ἔτι τὸ Ὅμηρος Ὁμήρου, ἄνθρωπος ἀνθρώπου οὐ φυλάττει, ἀλλὰ καταβιβάζει τὸν τόνον, διότι μακρᾶς οὔσης τῆς ληγούσης οὐ δύναται προπαροξύνεσθαι λέξις, εἰ μὴ ἐπὶ τῶν Ἀττικῶν. τὸν γὰρ τῶν κοινῶν εὐθειῶν τόνον φυλάττουσι τὰ Ἀττικά, κἂν κατὰ γενικὴν μόνην γένηται ἡ ἐπέκτασις ὡς ἐπὶ τοῦ πόλεως καὶ μάντεως. τὸ δὲ Ὅμηροι, ἄελλαι προπαροξύνεται ἀντὶ κοινῆς παραλαμβανομένης τῆς διφθόγγου ἐν τέλει λέξεως οὔσης ἐπὶ τῆς εὐθείας πληθυντικῆς καὶ κλητικῆς, ἐν δὲ ταῖς ἄλλαις πτώσεσιν οὔ. οὕτω καὶ ἐπὶ ἄλλων πολλῶν, τύπτονται, πεποίηνται, τύπτεσθαι, λέγεσθαι. τὸ δὲ μητρός καὶ ἀνδρός καὶ πατρός ἀπὸ τοῦ μητέρος καὶ ἀνέρος καὶ πατέρος ἐγένετο κατὰ συγκοπήν, διὸ οὐκ ἐφύλαξαν τὸν τόνον ἀκολουθήσαντα ταῖς δισυλλάβοις γενικαῖς. τὸ δὲ ἀνδρός κατὰ συγκοπὴν γενόμενον ἐκ τοῦ ἀνέρος ἐξ ἀνάγκης ἐπλεόνασε τὸ 'δ'. οὐκ ἠδύνατο γὰρ εἶναι ἀνρός χωρὶς τοῦ 'δ', ἐπεὶ τὸ 'ν' πρὸ τοῦ 'ρ' οὔτε ἐν συλλήψει δύναται εἶναι οὔτε ἐν διαστάσει. Καὶ τὸ γουνός καὶ δουρός συγκοπέντα ἐκ τοῦ γούνατος καὶ δούρατος ὀξύνονται ὁμοίως τῷ πατρός, μητρός, ἀνδρός. Τὸ δὲ κρέως, γήρως, κέρως τινὲς ὀξύνειν θέλουσι λέγοντες, ὅτι ἀπὸ τοῦ κρέατος καὶ γήρατος καὶ κέρατος ἐγένοντο κατὰ συγκοπὴν τοῦ 'α' καὶ 'τ' κρεός καὶ γηρός καὶ κερός διὰ τοῦ 'ο' ὀξυτόνως τῷ λόγῳ τῶν εἰς 'ος' δισυλλάβων γενικῶν οἷον πατρός, μητρός καὶ λοιπὸν οἱ Ἀθηναῖοι ἐκτείνοντες τὸ 'ο' εἰς 'ω' ἐφύλαξαν τὴν ὀξεῖαν τάσιν οἷον κρεώς γηρώς κερώς. ἀλλὰ ταῦτα βαρυτονητέον τῷ λόγῳ τῆς συναιρέσεως τῆς γενομένης ἀπὸ ὀξείας καὶ δύο βαρειῶν εἰς ὀξεῖαν καὶ βαρεῖαν οἷον κρέαος κρέως, γήραος γήρως ὥσπερ Δημοσθένεος Δημοσθένους, Διομήδεος Διομήδους. εἰ δὲ λέγεται κατὰ συγκοπὴν γεγενῆσθαι ἐν τῇ
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 25 (15.0%) word LCS 6 (18.2%)
Show overlap highlight
…τινὲς ὀξύνειν θέλουσι λέγοντες, ὅτι ἀπὸ τοῦ κρέατος καὶ γήρατος καὶ κέρατος ἐγένοντο κατὰ συγκοπὴν τοῦ 'α' καὶ 'τ' κρεός καὶ γηρός καὶ κερός διὰ τοῦ 'ο' ὀξυτόνως τῷ λόγῳ τῶν εἰς 'ος' δισυλλάβων γενικῶν οἷον πατρός, μητρός καὶ λοιπὸν οἱ Ἀθηναῖοι ἐκτείνοντες τὸ 'ο' εἰς 'ω' ἐφύλαξαν τὴν ὀξεῖαν τάσιν οἷον κρεώς γηρώς κερώς. ἀλλὰ ταῦτα βαρυτονητέον τῷ λόγῳ…
Ἱστός, νῆσος Λιβύης, Οὐδενόη λεγομένη ὑπὸ Λιβύων, ὑπὸ δὲ Φοινίκων Κέλλα ῥαφσάθ ὃ ἑρμηνεύεται ἱστὸς νεώς. νηὶ γάρ ἐστι παραπλήσιος. τὸ ἐθνικὸν Ἵστιος, τῷ λόγῳ τῶν εἰς « ος » δισυλλάβων ἐπὶ νήσων, Ἴμβριος Ἄνδριος.