γενικῇ τῇ κρέως, ὤφειλε συγκοπὴ γενέσθαι καὶ ἐν τῇ δοτικῇ. καθόλου γὰρ πᾶσα γενικὴ συγκοπτομένη ἔχει καὶ τὴν δοτικὴν συγκοπτομένην οἷον πατέρος πατρός πατέρι πατρί, μητέρος μητρός μητέρι μητρί, Δημήτερος Δήμητρος Δημήτερι Δήμητρι, ἀνέρος ἀνδρός ἀνέρι ἀνδρί, θυγατέρος θυγατρός θυγατέρι θυγατρί. εἰ οὖν τῷ κρέατι ἡ δοτικὴ ἀρχὴν οὐ δέχεται συγκοπὴν τοῦ 'α' καὶ τοῦ 'τ', ἐπεὶ κρεΐ ἤμελλεν εἶναι, νυνὶ δὲ κρέαϊ ἐστίν, οὐκ ἄρα δὴ οὐδὲ ἡ κρέατος γενικὴ δύναται συγκοπὴν ἀναδέξασθαι τοῦ 'α' καὶ τοῦ 'τ' καὶ γενέσθαι τοῦ κρεός ὀξυτόνως κἀκεῖθεν τοῦ κρεώς ὁμοίως ὀξυτόνως κατ´ ἐπέκτασιν τοῦ 'ο' εἰς 'ω', ἀλλ´, ὡς εἴρηται, αὗται αἱ γενικαὶ κατὰ κρᾶσιν γεγόνασι καὶ βαρύνονται. Πᾶσα γενικὴ εἰς 'ου' λήγουσα ἀπὸ μὲν ὀξυτόνων ὀνομάτων καὶ περισπωμένων περισπᾶται, καλός καλοῦ, σοφός σοφοῦ, ἀργυροῦς ἀργυροῦ, Ἑρμῆς Ἑρμοῦ, ἀπὸ δὲ βαρυτόνων πρὸ μιᾶς ἔχει τὸν τόνον, Ὅμηρος Ὁμήρου, νῆσος νήσου. Πᾶσα εὐθεῖα εἰς 'ς' λήγουσα καὶ ἀποβολῇ τοῦ 'ς' τὴν γενικὴν ἀποτελοῦσα τὸν αὐτὸν τόνον τηρεῖ καὶ ἐπὶ τῆς γενικῆς οἷον Φιλητᾶς Φιλητᾶ, Μηνᾶς Μηνᾶ, Μητρᾶς Μητρᾶ, χρυσοῦς χρυσοῦ, ἀργυροῦς ἀργυροῦ, ἁπλοῦς ἁπλοῦ, ὀρφῶς ὀρφῶ, λεώς λεώ, νεώς νεώ, εὔνους εὔνου, Ἀλκίνους Ἀλκίνου, Μενέλεως Μενέλεω, Πηνέλεως Πηνέλεω. Τὰ ἐκτείνοντα τὸ 'ο' εἰς τὸ 'ω' κατὰ τὴν γενικὴν Ἀττικῶς τὸν αὐτὸν τόνον φυλάττουσιν ὅντινα εἶχον καὶ πρὸ τῆς ἐκτάσεως τοῦ 'ο' εἰς 'ω' οἷον πόλιος πόλεως, μάντιος μάντεως, ὄφιος ὄφεως, λέξιος λέξεως, βασιλέος βασιλέως, Ἀχιλλέος Ἀχιλλέως, Ἀτρέος Ἀτρέως, Πηλέος Πηλέως, ἱερέος ἱερέως. Αἱ συνῃρημέναι γενικαί, εἰ μὲν προπαροξύνονται ἐν τῇ ἐντελείᾳ, παροξύνονται ἐν τῇ συναιρέσει οἷον Δημοσθένεος Δημοσθένους, Διομήδεος Διομήδους, Σωκράτεος Σωκράτους, ἐρέβεος ἐρέβους, θάρσεος θάρσους, τείχεος τείχους, βέλεος βέλους, κρέαος κρέως, γήραος γήρως· εἰ δὲ παροξύνονται ἐν τῇ ἐντελείᾳ, περισπῶνται ἐν τῇ συναιρέσει οἷον εὐσεβέος εὐσεβοῦς, εὐγενέος εὐγενοῦς, Λητόος Λητοῦς, Σαπφόος Σαπφοῦς, Ἐρετριέως Ἐρετριῶς, Πειραιέως Πειραιῶς, Στειριέως Στειριῶς. Αἱ διὰ τοῦ 'οιο' Θετταλικαὶ γενικαί, εἰ μὲν ἀπὸ περισπωμένων κοινῶν γενικῶν ὦσι, προπερισπῶνται οἷον καλοῦ καλοῖο, σοφοῦ σοφοῖο, σεμνοῦ σεμνοῖο, ποταμοῦ ποταμοῖο, εἰ δὲ ἀπὸ βαρυνομένων, προπαροξύνονται
Pending translation