οἷον φίλου φίλοιο, κούφου κούφοιο, Πριάμου Πριάμοιο. Τὰ ἀπὸ Ἀττικῶν γενικῶν κατὰ πλεονασμὸν τοῦ 'ο' γινόμενα, εἰ μὲν ἀπὸ ὀξυτόνων γενικῶν Ἀττικῶν ὦσι, προπερισπῶνται οἷον Πετεώ Πετεῶο »υἱὸς Πετεῶο Μενεσθεύς« (Β 552). »ὦ υἱὲ Πετεῶο Διοτρεφέος βασιλῆος« (Δ 338), Ταλαώ Ταλαῶο ὡς παρὰ Ἀντιμάχῳ· εἰ δὲ ἀπὸ βαρυτόνων γενικῶν Ἀττικῶν ὦσι, προπαροξύνονται οἷον τοῦ Μίνω τοῦ Μίνωο, τοῦ Ἀνδρόγεω Ἀνδρογέωο. τοῦ δὲ 'ο' προσελθόντος κατεβιβάσθη μίαν συλλαβὴν ὁ τόνος διὰ τὸ μὴ δύνασθαι τετάρτην ἀπὸ τέλους εἶναι τὴν ὀξεῖαν. Αἱ διὰ τοῦ 'εω' γενικαὶ Ἰωνικαί, εἰ μὲν ἀπὸ βαρυτόνων κοινῶν γενικῶν ὦσι, προπαροξύνονται οἷον Ἀτρείδου Ἀτρείδεω, Ὀρέστου Ὀρέστεω, Αἰνείου Αἰνείεω, ἀπαθεῖς δηλονότι οὖσαι· ἐὰν γὰρ πάθωσι, πρὸ μιᾶς τοῦ τέλους ἔχουσι τὴν ὀξεῖαν οἷον Ἑρμείου Ἑρμείεω καὶ κατὰ συγκοπὴν Ἑρμείω παροξυτόνως »Ἥρης Ἑρμείω τε« (Ο 214), Ἀσίας Ἀσίου καὶ Ἰωνικῶς Ἀσίεω καὶ Ἀσίω ὡς εὐμμελίω »Ἀσίω ἐν λειμῶνι« (Β 461). εἰ δὲ ἀπὸ περισπωμένων κοινῶν γενικῶν ὦσι, παροξύνονται οἷον αὐλητοῦ αὐλητέω, Θαλῆς Θαλοῦ (ἔστι δὲ ὄνομα κύριον) τοῦ Θαλέω. Αἱ διὰ τοῦ 'αο' Βοιωτικαὶ γενικαί, εἰ μὲν ἀπὸ βαρυτόνων κοινῶν γενικῶν ὦσι, προπαροξύνονται οἷον Ἀτρείδου Ἀτρείδαο, Ὀρέστου Ὀρέσταο, εἰ δὲ ἀπὸ περισπωμένων κοινῶν γενικῶν ὦσι, προπερισπῶνται οἷον ἀργεστής ἀργεστοῦ, ἀργεστᾶο »ἀργεστᾶο νότοιο« (Λ 306). Πᾶσα γενικὴ δισύλλαβος εἰς 'ος' λήγουσα μὴ συναληλιμμένη ὀξύνεται, μηνός, χηνός, Ζηνός, φωτός. ἡ λᾶος ἐκ τρισυλλάβου τῆς λάαος κράσει τῶν δύο 'α' εἰς ἓν μακρόν, ἡ κῆρος καὶ ἦρος ἐκ τῆς κέαρος καὶ ἔαρος. ἀποροῦσι δέ τινες λέγοντες, εἰ ἄρα τὸ λᾶος καὶ κῆρος καὶ ἦρος ὡς δυνάμει τρισύλλαβα ἐβαρύνθησαν, διὰ ποίαν αἰτίαν τὸ ὄϊς ὄϊος γενόμενον κατὰ συναίρεσιν οἶς οἰός μὴ ἐβαρύνθη; καὶ τοῦτο γὰρ δυνάμει τρισύλλαβόν ἐστιν. ἔστιν οὖν εἰπεῖν, ὅτι τὸ μὲν λᾶος καὶ κῆρος καὶ ἦρος οὐ μόνον ἐν τῇ εὐθείᾳ συναιροῦνται, ἀλλὰ καὶ ἐν τῇ γενικῇ οἷον λᾶας λᾶς λάαος λᾶος, κέαρ κῆρ κέαρος κῆρος, ἔαρ ἦρ ἔαρος ἦρος καὶ τούτου χάριν ὡς δυνάμει τρισύλλαβα ὄντα ἐν τῇ γενικῇ ἐβαρύνθησαν. τὸ δὲ οἶς οἰός οὐκ ἔπαθεν ἐν τῇ γενικῇ συναίρεσιν ἀλλ´
Pending translation