ἐν τῇ εὐθείᾳ μόνον οἷον ὄϊς οἶς καὶ λοιπὸν ἀπὸ τῆς συνῃρημένης εὐθείας ἐκλίθη οἰός ἡ γενική. καὶ τούτου χάριν ὡς μὴ οὖσα ἡ γενικὴ τρισύλλαβος δυνάμει, ἀλλὰ κυρίως δισύλλαβος ὠξύνθη. τοῦτο δὲ καὶ ἐπὶ ἄλλων εὑρίσκεται, φημὶ δὲ τὸ ἐν τῇ εὐθείᾳ μόνον γίνεσθαι συναίρεσιν καὶ λοιπὸν ἐκ τῆς συνῃρημένης εὐθείας κλίνεσθαι τὴν γενικὴν ὡς ἐπὶ τοῦ φῶς φωτός καὶ ὦς ὠτός. ἔστι γὰρ φόας φόατος καὶ ὄας ὄατος καὶ λοιπὸν κρᾶσις παρακολουθεῖ τῇ εὐθείᾳ καὶ γίνεται φῶς καὶ ὦς κἀκεῖθεν κλίνεται φωτός καὶ ὠτός ἡ γενική. οὐδὲ γὰρ δυνάμεθα τὴν φωτός καὶ ὠτός γενικὴν ἀπὸ τῆς φόατος καὶ ὄατος λέγειν κατὰ κρᾶσιν, ἐπεὶ φῶτος καὶ ὦτος ὤφειλεν εἶναι βαρυτόνως ὡς ἀπὸ τρισυλλάβου γενικῆς γινόμενα. ἀλλ´ ὡς εἴρηται ἐν τῇ εὐθείᾳ ἐγένετο ἡ κρᾶσις κἀκεῖθεν ἡ κλίσις. σεσημείωται τὸ φρητός ὀξυνόμενον. ἀπὸ γὰρ τρισυλλάβου γενικῆς τῆς φρέατος γενόμενον κατὰ κρᾶσιν φρῆτος ὤφειλε βαρύνεσθαι. οὐδὲ γὰρ δυνάμεθα λέγειν ὅτι ἐπὶ τούτου ἐν τῇ εὐθείᾳ ἐγένετο ἡ κρᾶσις κἀκεῖθεν ἡ κλίσις. οὐδὲ γὰρ εἴρηται ἡ φρῆρ εὐθεῖα τῇ χρήσει. ἔστιν οὖν εἰπεῖν, ὅτι ἡ φρητός γενικὴ συνέδραμε κατὰ τὴν τάσιν τῇ Κρητός γενικῇ καὶ σητός καὶ θητός. —τὸ »υἷος ἑῆος« (Ο 138) ἐκ τρισυλλάβου τοῦ υἵϊος προπαροξυτόνου, οὗ ἡ εὐθεῖα υἷις. ἡ »Θῶνος παράκοιτις« (δ 228) σεσημείωται· εἰ γὰρ ἐκ τῆς »Θώνιος ἐν ψαμάθοις« (Nic. Ther. 312) συνεκόπη, κἂν ὠξύνετο ὡς ἡ πατρός μητρός· ἀλλ´ οὐδὲ συνῄρηται ἐκ τῆς Θόωνος, ὥς τινες, ἀμαρτύρου. οὐδαμοῦ γὰρ ἡ Θόων εὐθεῖα εὕρηται σημαίνουσα τὸν Αἰγύπτιον ἄνδρα, ὅντινα σημαίνει ἡ Θῶνος γενική, ἀλλ´ ἕτερον ἄνδρα ὡς παρ´ Ὁμήρῳ »Θόωνά τε Οἰνόμαόν τε« (Μ 140). ἔστιν οὖν εἰπεῖν, ὅτι κατὰ συγκοπὴν γέγονε ἡ Θῶνος γενικὴ ἀπὸ τῆς Θώνιος γενικῆς.
Pending translation