εἰ δέ τις εἴποι, διατί οὐκ ὀξύνεται, λέγομεν τὴν αἰτίαν ταύτην· αἱ συγκοπτόμεναι γενικαὶ ὀξυνόμεναι μιμοῦνται εὐθείας, οἷον ἡ ἀνδρός γενικὴ μιμεῖται τὴν χονδρός εὐθεῖαν καὶ πάλιν ἡ μητρός καὶ πατρός καὶ θυγατρός μιμοῦντ'α'ι τὴν ἰατρός εὐθεῖαν. ἐπειδὴ οὖν ἡ Θῶνος γενικὴ εἰ ὠξύνετο, οὐκ ἤμελλε μιμεῖσθαι εὐθεῖαν (οὐκ ἔχομεν γὰρ εὐθεῖαν εἰς 'νος' καθαρὸν δισύλλαβον τῷ 'ω' παραληγομένην καὶ ὀξυνομένην, βαρυνομένην δὲ ἔχομεν ὡς ἐπὶ τοῦ κῶνος, ὦνος) τούτου χάριν οὐκ ὠξύνθη, ἀλλ´ ἐβαρύνθη. πρόσκειται δισύλλαβον διὰ τὸ κοινωνός, οἰωνός, Τιθωνός ὑπερδισύλλαβα. τὸ δὲ Θῶν Θῶντος ὄνομα κύριον προπερισπᾶται πρὸς τὸν χαρακτῆρα τῶν εἰς 'ων' περισπωμένων ὀνομάτων. τὰ γὰρ εἰς 'ων' περισπώμενα προπερισπῶνται κατὰ τὴν γενικὴν οἷον Ξενοφῶν Ξενοφῶντος, Κτησιφῶν Κτησιφῶντος, Ἀγλαοφῶν Ἀγλαοφῶντος, Δημοφῶν Δημοφῶντος· οὕτως οὖν καὶ Θῶν Θῶντος· ἢ πρὸς χαρακτῆρα τῆς κλῶν κλῶντος μετοχῆς καὶ ζῶν ζῶντος καὶ δρῶν δρῶντος λέγομεν Θῶν Θῶντος προπερισπωμένως. —ἡ »Ὦπος θυγάτηρ« (Od. α 429) πρὸς διαστολὴν τοῦ ὀφθαλμοῦ. ἡ τίνος ὅτε πυσματικῶς λέγεται, βαρύνεται πρὸς ἀντιδιαστολὴν τοῦ ἀορίστου ὀξυνομένου. ἐπὶ μέντοι μετοχῶν βαρύνεται στάντος, θέντος, δόντος, οἷς ἠκουλούθησε τὸ Φθάς Φθάντος κύριον καὶ Πράς Πράντος καὶ Ζάς Ζάντος. Αἱ ὑπὲρ δύο συλλαβὰς εἰς 'ος' ἀπὸ μὲν βαρυτόνων εὐθειῶν βαρύνονται οἷον Δημοσθένης Δημοσθένεος, Σωκράτεος, Πάριδος καὶ ὅλαι προπαροξύνονται· ἀπὸ δὲ ὀξυνομένων ἢ περισπωμένων πρὸ μιᾶς ἔχουσι τὸν τόνον, οἷον βασιλεύς βασιλῆος, ἱμάς ἱμάντος, ἀλλὰ καὶ Ξενοφῶν Ξενοφῶντος, Σιμοῦς Σιμοῦντος. σεσημείωνται ἡ γυναικός καὶ θυγατρός ὑπὲρ δύο συλλαβὰς οὖσαι ὀξυνόμεναι διὰ τὴν συνεκδρομὴν τῶν συγγενικῶν τῆς πατρός ἀνδρός μητρός. ἀλλὰ καὶ ἡ μητέρος καὶ θυγατέρος ἐντελεῖς οὖσαι καὶ παροξυνόμεναι σημειοῦνται, δέον προπαροξύνεσθαι ὡς Δημήτηρ Δημήτερος, εἰνάτηρ εἰνάτερος, φράτηρ φράτερος. ἀλλὰ καὶ αὗται συνεξῆλθον τῇ ἀνέρος πατέρος δαέρος.
Pending translation