τῶν εἰς 'νη' θηλυκῶν φύσει μακρᾷ παραληγομένων μεταπεπλασμέναι δοτικαὶ προπερισπῶνται οἷον ὑσμίνῃ ὑσμῖνι «μέμασαν δὲ καὶ ὧς ὑσμῖνι μάχεσθαι» (Θ 56), Δωδώνῃ Δωδῶνι «Δωδῶνι ναίων Ζεὺς ὁμέστιος βροτῶν». ὁ Σοφοκλῆς Ὀδυσσεῖ ἀκανθοπλῆγι «καὶ τὸν ἐν Δωδῶνι παῦσον δαίμον´ εὐλογούμενον» (fr. 415 Nauck) καὶ ἐν Τραχινίαις ( 170) «ὡς τὴν παλαιὰν φηγὸν αὐδῆσαί ποτε Δωδῶνι δισσῶν ἐκ πελειάδων ἔφη» καὶ Καλλίμαχος «τὸν ἐν Δωδῶνι λέγοι μόνον οὕνεκα χαλκὸν ἤγειρον». Ὁμοίως καὶ αἱ πληθυντικαὶ μεταπεπλασμέναι εἰς 'σι' λήγουσαι προπαροξύνονται ἐγκάτοις ἔγκασι, ἄστροις ἄστρασι, προβάτοις πρόβασι. {1Περὶ τόνου τῆς ἑνικῆς αἰτιατικῆς.}1 Αἱ αἰτιατικαὶ ἑνικαὶ εἰς 'α' λήγουσι ἢ εἰς 'ν', ἀπαθεῖς οὖσαι. Αἱ μὲν οὖν εἰς 'α' λήγουσαι ἐπ´ ἐκείνης τῆς συλλαβῆς ἔχουσι τὸν τόνον, ἐφ´ ἧς καὶ ἡ εὐθεῖα, εἰ μὴ τονικὸν κωλύοι παράγγελμα. Αἴας Αἴαντα, μήν μῆνα, σωτήρ σωτῆρα. ἐπὶ δὲ τοῦ Ἄδωνις Ἀδώνιδα, Ἄθηνις Ἀθήνιδα διὰ τὸ μὴ πρὸ τριῶν πίπτειν ποτὲ τὸν τόνον κατεβιβάσθη συλλαβὴν ὁ τόνος. πάλιν τὸ γυναῖκα «γυναῖκα θήσατο μαζόν» (Ω 88) προπερισπώμενον, δέον προπαροξύνεσθαι, ἐπεὶ καὶ ἡ εὐθεῖα γύναιξ παρωξύνθη. σημειωτέον οὖν αὐτό. καὶ ἔτι τὸ μητέρα καὶ θυγατέρα παροξυνομένα· ἔδει γὰρ ὡς ἐπὶ τοῦ θυγάτηρ καὶ μήτηρ. ἀλλὰ πάλιν ταῦτα συνεξῆλθον ταῖς συγγενικαῖς δαέρα πατέρα ἀνέρα. τὸ δὲ θύγατρα «λυσόμενός τε θύγατρα» (Α 13) ἀναβιβάζει.
Pending translation