ἰχθύν· ὀξύνεται γὰρ παρὰ Πινδάρῳ, ἐπεὶ βραχὺ τὸ 'υ' τῆς αἰτιατικῆς, τῆς εὐθείας μακρὸν ἐχούσης καὶ παραλόγως περισπωμένης. Αἱ εἰς 'η' λήγουσαι αἰτιατικαί, εἰ μὲν ἀπὸ ἐντελῶν εἰσι προπαροξυνομένων, παροξύνονται ἐν τῇ συναιρέσει οἷον Διομήδεα Διομήδη, Ἀριστοφάνεα Ἀριστοφάνη, Δημοσθένεα Δημοσθένη, Σωκράτεα Σωκράτη, εἰ δὲ ἀπὸ ἐντελῶν εἰσι παροξυνομένων, περισπῶνται ἐν τῇ συναιρέσει εὐσεβέα εὐσεβῆ, ἀσθενέα ἀσθενῆ, εὐτυχέα εὐτυχῆ, Τυδέα Τυδῆ Δωρικῶς «ἔνθ´ αὖτ´ ἀγγελίην ἔπι Τυδῆ στεῖλαν Ἀχαιοί» (Δ 384). Αἱ εἰς 'ω' αἰτιατικαὶ ἀπὸ ἐντελῶν εἰς 'α' πᾶσαι πεπόνθασιν· ἡ γὰρ Ἀπόλλω καὶ Ποσειδῶ καὶ κυκεῶ καὶ αἱ παραπλήσιοι ἀποκοπεῖσαι οὐκ ἤμειψαν τῶν ὁλοκλήρων τὸν τόνον. ἡ δὲ ἠῶ καὶ αἰδῶ συνῄρηνται ἀπὸ τῆς ἠόα καὶ αἰδόα, ὅθεν περισπῶνται. ἀλλὰ καὶ τὴν Λητώ καὶ
Pending translation