τὴν Ἐρατώ καὶ Κλειώ καὶ τὰς παραπλησίους ἀπὸ τῶν εἰς 'ω' εὐθεῶν τῆς Λητώ Κλειώ Ἐρατώ, συνῃρημένας ἀπὸ τῆς Λητόα, Κλειόα Ἐρατόα, δέον περισπᾶν, ὀξύνομεν διὰ τὴν συνέμπτωσιν τῆς εὐθείας. ὅτε γὰρ πτῶσις ἑτέρᾳ πτώσει συνεμπέσῃ κατὰ τὸν αὐτὸν ἀριθμόν, πάντως καὶ ὁμοτονεῖ· διὰ τοῦτο καὶ οἱ Δημοσθένεις οἱ εὐσεβεῖς καὶ τοὺς Δημοσθένεις καὶ τοὺς εὐσεβεῖς, οἱ ἰχθῦς καὶ τοὺς ἰχθῦς. πρόσκειται «κατὰ τὸν αὐτὸν ἀριθμὸν» διὰ τὸ τῆς φοβερᾶς καὶ τὰς φοβεράς· ὀξύνεται γὰρ ἡ πληθυντικὴ αἰτιατική, ἡ δὲ γενικὴ περισπᾶται. Αἱ εἰς 'ην' λήγουσαι αἰτιατικαὶ ἀπὸ γενικῶν εἰς 'ους' ληγουσῶν οὖσαι, εἰ μὲν βαρύνεται ἡ εὐθεῖα, βαρύνονται οἷον Σωκράτης Σωκράτους Σωκράτην, Δημοσθένης Δημοσθένους Δημοσθένην, εἰ δὲ περισπᾶται ἡ εὐθεῖα, περισπῶνται οἷον Ἡρακλῆς Ἡρακλοῦς Ἡρακλῆν, Περικλῆς Περικλοῦς Περικλῆν· εἰ δὲ ὀξύνεται ἡ εὐθεῖα, βαρύνονται διὰ τὸ τοὺς Αἰολεῖς κεχρῆσθαι ταύταις ταῖς αἰτιατικαῖς. δυσμένην γὰρ λέγουσι καὶ κυκλοτέρην καὶ εὐρυνέφην τῶν εὐθειῶν ὀξυνομένων οἷον ὁ δυσμενής, ὁ κυκλοτερής, ὁ εὐρυνεφής. οἱ γὰρ Αἰολεῖς βαρυντικοί εἰσι· τὸ γὰρ Ἀτρεύς Ἄτρευς λέγουσι καὶ τὸ Πηλεύς Πήλευς καὶ τὸ Ἀχιλλεύς Ἀχίλλευς. {1Περὶ τόνου τῆς κλητικῆς.}1 Πᾶσα κλητικὴ ἐπὶ ταύτης τῆς συλλαβῆς ἔχει τὸν τόνον, ἐφ´ ἧς ἂν καὶ ἡ εὐθεῖα, εἰ καὶ μὴ τὸν αὐτὸν διὰ τὸν κανόνα τοῦ τόνου, χωρὶς τῶν μελλόντων προσδιορίζεσθαι, οἷον Ὅμηρος Ὅμηρε, καλός καλέ, εὐσεβής εὐσεβές, Χρύσης Χρύση, πανταπώλης πανταπώλη, βασιλεύς βασιλεῦ. ἀλλ´ ἐπὶ τῶν εἰς 'ευς' εὐθειῶν ὀξυνομένων αἱ κλητικαὶ περισπῶνται, καθόλου γὰρ ἡ διὰ τοῦ 'υ' δίφθογγος καταλήγουσα ἀπέστραπται τὴν ὀξεῖαν τάσιν· ἔνθεν σημειούμεθα τὴν οὔ ἀπόφασιν καὶ ἰδού δεικτικὸν καὶ ἰού σχετλιαστικὸν ἐπίρρημα, περὶ ὧν ἐν ἄλλοις ἀπολογούμεθα. Ἔτι ὁμοτονεῖ βότρυς ὦ βότρυ, ταχύς ὦ ταχύ, Ἄδωνις ὦ Ἄδωνι, πόλις ὦ πόλι, δελφίς ὦ δελφί, Λειώδης ὦ Λειῶδες,
Pending translation