Prosodia Catholica (Herodian)

Passage 1.418
← Index
1.418
No summary yet
ξιφήρης ὦ ξιφῆρες, Αἰνείας ὦ Αἰνεία, Αἴας ὦ Αἶαν (ὁ μὲν Αἴας ὀξύνεται· μακρὰ γὰρ πρὸ μακρᾶς οὐ περισπᾶται, τὸ δὲ Αἶαν προπερισπᾶται, τοῦ 'αν' βραχέος ὄντος· πᾶσα γὰρ φύσει μακρὰ πρὸ βραχέος ἐν ἑνὶ μέρει οὖσα περισπᾶται), ποιητής ὦ ποιητά, σοφιστής ὦ σοφιστά, τοξότης ὦ τοξότα. Ἐν τοῖς εἰς 'ης' βαρυτόνοις τέσσαρα σεσημείωνται ἀναβιβάσαντα τὸν τόνον, δέσποτα, εὐρύοπα, μητίετα, ἀκάκητα. Ἔτι ὁμοτονεῖ ἄρσην ὦ ἄρσεν, λιμήν ὦ λιμήν, Ἑρμῆς ὦ Ἑρμῆ. Αἱ εἰς 'ω' λήγουσαι εὐθεῖαι θηλυκαὶ καὶ ἔτι αἱ εἰς 'ως' Λητώ, Κλειώ, αἰδώς ἠώς εἰς 'οι' ἔχουσι τὰς κλητικὰς περισπωμένας. περισπῶνται δὲ διὰ τὴν συνέμπτωσιν τῆς δοτικῆς. αὗται μὲν οὖν αἱ κλητικαὶ ἐπὶ τῆς αὐτῆς συλλαβῆς ταῖς εὐθείαις τὸν τόνον ἐφύλαξαν. Αἱ ἀναβιβάσασαί εἰσιν ἀπὸ τῶν εἰς 'ης' συνθέτων βαρυτόνων καὶ εἰς 'ους' ἐχόντων τὴν γενικήν, Δημόσθενες, Σώκρατες, Διόμηδες. τὸ γὰρ ξιφῆρες καὶ φρενῆρες καὶ τὰ διὰ τοῦ 'ηρης' πάντα καὶ τὰ διὰ τοῦ 'ωρης' καὶ τὰ διὰ τοῦ 'ωδης' ἁπλᾶ ἐστι καὶ οὐ σύνθετα, ὅθεν οὐκ ἀναβιβάζουσι τὸν τόνον. καὶ τὰ διὰ τοῦ 'ωλης' οὐκ ἀναβιβάζουσιν· ἐξῶλες γὰρ καὶ πανῶλες προπερισπωμένως. τὰ δὲ παρὰ τὸ 'ηκης' τανυήκης τανύηκες καὶ τὰ παρὰ τὸ 'αδης' αὐθάδης αὔθαδες καὶ τὰ παρὰ τὸ 'αρκης' αὐτάρκης αὔταρκες, ποδάρκης πόδαρκες καὶ τὰ παρὰ τὸ 'αντης' κατάντης κάταντες, προσάντης πρόσαντες ἔχουσι τὴν κλητικὴν προπαροξύτονον. καὶ τὰ εἰς 'ης' ἐπίθετα βαρύτονα σύνθετα ἀπὸ οὐδετέρων, ἔχοντα τὴν κλητικὴν εἰς 'ες', προπαροξύνονται κατὰ τὴν
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

No overlaps computed yet.