Prosodia Catholica (Herodian)

Passage 1.420
← Index
1.420
No summary yet
Τὰ εἰς 'ων' συγκριτικὰ ὑπὲρ δύο συλλαβὰς ὄντα προπαροξύνονται κατὰ τὴν κλητικὴν οἷον ὁ βελτίων ὦ βέλτιον, ὁ ἀμείνων ὦ ἄμεινον, ὁ γλυκίων ὦ γλύκιον, ὁ ἀρείων ὦ ἄρειον. {1Περὶ τόνου τῆς δυϊκῆς εὐθείας.}1 Πᾶσα εὐθεῖα δυϊκὴ εἰς 'α' λήγει ἢ εἰς 'ε' ἢ εἰς 'ω'. —Αἱ εἰς 'ε' λήγουσαι τῆς εἰς 'α' αἰτιατικῆς ἔχουσι τὸν τόνον, ὅτε ἐστὶ ῥητή, Αἴαντα Αἴαντε, Πάριδα Πάριδε, ἄνδρα ἄνδρε, γυναῖκα γυναῖκε. ἔνθεν πάλιν παρὰ τὸ τινά ὀξύνεται τὸ τινέ «ξείνω δή τινε» (Od. δ 26), τὸ δὲ πυσματικὸν πάλιν βαρύνεται. ὅτε δὲ μή ἐστι ῥητὴ ἡ εἰς 'α' αἰτιατική, τότε τῇ εἰς 'ος' γενικῇ ὁμοτονεῖ τὸ δυϊκόν, ταχέος ταχέε, πήχεος πήχεε. τὰ δύο 'εε' εἰς 'η' συναιροῦσιν Ἀθηναῖοι. ἐγὼ δέ τοι πεπόνηκα κομιδῇ τὼ σκέλη (Aristoph. Pac. 820). οὐκ ἐμοῦ κινοῦντος αὐτὼ τὼ σκέλη χορεύετον (Arist. Pac. 325). καὶ πρός γε τούτοις ἥκετον πρεσβῆ δύο (Arist. fr. 495 Dind.). δεῖ προσθεῖναι χωρὶς τῶν ὀξυτόνων γενικῶν, ἐπὶ τούτων γὰρ ἡ εὐθεῖα οὐχ ὁμοτονεῖ, μυός μύε, συός σύε, δρυός δρύε, λιός λῖε. Τὰ εἰς 'α' λήγοντα δυϊκὰ ἀπὸ μὲν ὀξυτόνων ὀξύνονται, ἀπὸ δὲ περισπωμένων περισπῶνται. τοῦ μὲν πρώτου αἰχμητής αἰχμητά, λογιστής λογιστά· τοῦ δὲ δευτέρου Ἑρμῆς Ἑρμᾶ, Ἀπελλῆς Ἀπελλᾶ. ἀπὸ δὲ βαρυτόνων πρὸ μιᾶς ἔχουσι τὸν τόνον, κἂν ἡ εὐθεῖα προπαροξύνηται, διὰ τὸ μέγεθος τοῦ 'α'. τὸ γὰρ ἐν δυϊκοῖς 'α' μακρόν ἐστιν, ὁ Αἰνείας τὼ Αἰνεία, ἡ Μήδεια τὰ Μηδεία. Τὰ εἰς 'ω' λήγοντα δυϊκὰ ἢ ὀξύνεται ἢ βαρύνεται, ἀπέστραπται δὲ τὴν περισπωμένην, ἔνθεν καὶ τὸ τώδε δυϊκὸν οὐ προπερισπᾶται, ἀλλὰ
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

No overlaps computed yet.