παροξύνεται. ὀξύνεται μὲν ἀπὸ περισπωμένων καὶ ὀξυνομένων χρυσοῦς χρυσώ, καλός καλώ. πρὸ μιᾶς δὲ ἔχει τὸν τόνον τὰ ἀπὸ βαρυνομένων, Ὅμηρος Ὁμήρω, φίλος φίλω. τὸ δὲ ἄμφω καὶ δύο θεματικά εἰσιν. {1Περὶ τόνου τῆς δυϊκῆς γενικῆς.}1 Αἱ γενικαὶ τῶν δυϊκῶν εἰς 'αιν' λήγουσι καὶ εἰς 'οιν'. αἱ μὲν οὖν εἰς 'αιν' ἐκ τῶν ἰδίων εὐθειῶν κανονίζονται. εἰ μὲν γὰρ ὀξύνονται αἱ εὐθεῖαι καὶ περισπῶνται, πάντως αἱ γενικαὶ περισπῶνται, καλά καλαῖν, ἀλλὰ καὶ διπλᾶ διπλαῖν. εἰ δὲ βαρύνονται, καὶ αἱ γενικαί, φίλαι φίλαιν, μοῦσαι μούσαιν. καὶ ἀποροῦσί τινες λέγοντες, διὰ τί ἡ Ἀτρείδαιν γενικὴ τῶν δυϊκῶν οὐ περισπᾶται ὁμοίως τῇ Ἀτρειδῶν γενικῇ τῶν πληθυντικῶν; ἀλλ´ ἔστιν εἰπεῖν, ὅτι ἡ Ἀτρείδαιν γενικὴ τῶν δυϊκῶν μᾶλλον τῇ Ἀτρείδαις δοτικῇ τῶν πληθυντικῶν ἀκολουθεῖ ἤπερ τῇ Ἀτρειδῶν γενικῇ τῶν πληθυντικῶν. κατὰ γὰρ τὴν φωνὴν τῇ δοτικῇ τῶν πληθυντικῶν πλησιάζει· τὴν αὐτὴν γὰρ δίφθογγον ἔχει. Ἄλλως τε δὲ πᾶσαι αἱ πτώσεις βαρύνονται οἷον Ἀτρείδης Ἀτρείδου Ἀτρείδῃ Ἀτρείδην, δυϊκὰ Ἀτρείδα Ἀτρείδαιν, πληθυντικὰ Ἀτρείδαις Ἀτρείδας. οὕτως οὖν καὶ Ἀτρείδαιν βαρυτόνως. Μόνη δὲ ἡ Ἀτρειδῶν γενικὴ τῶν πληθυντικῶν περιεσπάσθη, ἐπεὶ καὶ μόνη διῃρέθη οἷον Ἀτρειδέων. Ἐὰν βούλωνται οὖν περισπᾶν τὴν Ἀτρείδαιν γενικὴν τῶν δυϊκῶν ὁμοίως τῇ Ἀτρειδῶν γενικῇ τῶν πληθυντικῶν, καὶ μὴ βαρύνειν ὁμοίως ταῖς ἄλλαις πτώσεσι, δότωσαν ἐπ´ αὐτῆς τὸ ἐξαίρετον, ὅπερ ἔσχεν ἡ γενικὴ τῶν πληθυντικῶν, τουτέστι τὴν διαίρεσιν· εἰ δὲ οὐ διαιρεῖται, ἄρα οὐδὲ τὸν τόνον ἕξει τῆς γενικῆς τῶν πληθυντικῶν. Αἱ δὲ εἰς 'οιν' γενικαὶ εἰ μὲν ἀπὸ τῶν εἰς 'ω' γίνοιντο εὐθειῶν, βαρυνομένων μὲν συμβαρύνονται, φίλω φίλοιν, ὀξυνομένων δὲ περισπῶνται, καλώ καλοῖν. τὸ ἀμφοῖν καὶ δυοῖν καὶ δυεῖν, ὥς φασιν, κατὰ τροπὴν τοῦ 'ο' εἰς 'ε', οὐκ ἀκόλουθα τῷ ἄμφω καὶ δύο βαρυνομένοις. Εἰ δὲ ἀπὸ τῶν εἰς 'ε', ἀπὸ μὲν τῶν δισυλλάβων περισπῶνται, χεῖρε χειροῖν, θῆρε θηροῖν, πόδε ποδοῖν, φῶτε φωτοῖν, ἐπὶ ἀνδρῶν, φῶτε δὲ φώτοιν ἐπὶ πυρσῶν. πάλιν σεσημειωτέον τὸ τίνοιν πύσμα βαρυνόμενον ὡς πρὸς τὸ ἀόριστον περισπώμενον καὶ ἔτι τὸ παίδοιν, Τρώοιν, πάντοιν καὶ τὰ λοιπά, ἃ καὶ κατὰ τὴν γενικὴν
Pending translation