Prosodia Catholica (Herodian)

Passage 1.424
← Index
1.424
No summary yet
τὸ μονογενές. Ἐὰν δὲ μὴ ὦσιν ἀπὸ τῶν εἰς 'ος', τοῖς ἑνικοῖς ἑαυτῶν ἀκολουθοῦσι κατὰ τὸν τόνον οἷον Θρῇσσα Θρῇσσαι, θῆσσα θῆσσαι ἡ μισθῷ δουλεύουσα, τύπτουσα τύπτουσαι, χαρίεσσα χαρίεσσαι, τετυφυῖα τετυφυῖαι, ταχεῖα ταχεῖαι, βραδεῖα βραδεῖαι, μέλαινα μέλαιναι. τὸ δὲ Τρῳαί καὶ δμῳαί ὀξυνόμενα ὁμολογοῦσι πεπτωκέναι ἀπὸ ὀξυτόνου ἑνικοῦ Τρῳή καὶ δμῳή. Αἱ εἰς 'εις' ἀπὸ μὲν βαρυτόνων ἑνικῶν βαρύνονται, Δημοσθένης Δημοσθένεις, ἀπὸ δὲ τῶν ὀξυνομένων ἢ περισπωμένων περισπῶνται, εὐγενής εὐγενεῖς, Ἡρακλῆς Ἡρακλεῖς. τῶν δὲ τοιούτων Ἀθηναῖοι τὴν συναίρεσιν ποιοῦνται διὰ τοῦ 'η' καὶ ὁμοίως περισπῶσιν, ἱππῆς ἐκ τοῦ ἱππέες, βασιλέες βασιλῆς. Οἱ ἥρωες ἡ εὐθεῖα τῶν πληθυντικῶν εὕρηται κατὰ κρᾶσιν παρὰ Ἀριστοφάνει ἐν Ἥρωσιν «οἱ γὰρ ἥρως ἐγγύς εἰσιν» ἀντὶ τοῦ ἥρωες. Αἱ εἰς 'ους' ἀπὸ συγκριτικῶν ἐνδείᾳ τοῦ 'ν' καὶ κράσει τῶν φωνηέντων γενόμενα παροξύνονται οἷον μείζονες μείζους, βελτίονες βελτίους καὶ τὰ ὅμοια. Τὰ Ἀττικὰ εἰς 'ω' καὶ εἰς 'ι' λήγοντα κατὰ τὴν εὐθεῖαν τῶν πληθυντικῶν ὁμοτονοῦσι τῇ εὐθείᾳ τῶν ἑνικῶν οἷον ὁ εὔγεως οἱ εὔγεῳ, ὁ Μενέλεως οἱ Μενέλεῳ, ὁ νεώς οἱ νεῴ, ὁ λεώς οἱ λεῴ. Πᾶσα εὐθεῖα πληθυντικὴ οὐδετέρου ὀνόματος ἐντελὴς εἰς 'α' λήγει καὶ ἐπὶ τῆς αὐτῆς συλλαβῆς ἔχει τὸν τόνον, ἐφ´ ἧς καὶ ἡ ἑνικὴ εὐθεῖα, γράμμα γράμματα, φίλον φίλα, καλόν καλά· κάνεον μὲν κάνεα προπαροξυτόνως, κανοῦν δὲ κανᾶ προπερισπωμένως διὰ τὴν συναίρεσιν. αἱ δὲ εἰς 'η' ἐκ συναιρέσεώς εἰσι καὶ πρὸς τὴν συναίρεσιν τὸν τόνον ποιοῦνται, τείχεα τείχη· αἱ γὰρ δύο βαρεῖαι εἰς βαρεῖαν συναιροῦνται. τὰ εὐσεβέα δὲ τὰ εὐσεβῆ· ἡ γὰρ ὀξεῖα καὶ βαρεῖα εἰς περισπωμένην συναιρεῖται. {1Περὶ τόνου τῆς πληθυντικῆς γενικῆς.}1 Αἱ γενικαὶ αἵτε ἑνικαὶ καὶ πληθυντικαὶ ἀπὸ μὲν τῶν ὀξυτόνων ἢ περισπωμένων ὀνομάτων, εἰ μὲν ἰσοσυλλάβως κλίνοιντο, πάντως περισπῶνται,
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

No overlaps computed yet.