παιδισκῶν «τῶν παιδισκῶν τινι δοὺς» παρὰ τῷ Μενάνδρῳ ἐν τῷ Ἥρωϊ. καὶ εἴ τι τοιοῦτον ἕτερον, περισπᾷ τὴν ἰδίαν γενικὴν καίτοι ὁμοφωνοῦσαν τῷ ἀρσενικῷ βαρυνομένῳ οἱ πόρνοι τῶν πόρνων καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως, ἐπεὶ μὴ ἐκ τῶν ἀρσενικῶν τὰ θηλυκὰ παρεσχημάτισται, ἀλλ´ ἔστιν ἡ πρώτη τούτων θέσις ἐπὶ τῶν θηλυκῶν, διὸ καὶ ὡς μονογενὲς περιεσπάσθη. τὰ δὲ ἀρσενικὰ ποιητικώτερον κατὰ τὸ γένος τὴν παραγωγὴν πεποίηνται, ὅθεν καὶ βαρυτονοῦσι τὰς γενικὰς ταῖς ἰδίαις εὐθείαις ἀκολοθοῦντα. τὸ μέσαι μεσῶν, ὑπάται ὑπατῶν, νεάται νεατῶν ἐπὶ τῶν χορδῶν περισπῶμεν. κύρια γάρ εἰσιν αὐτῶν ὀνόματα καὶ διὰ τοῦτο μονογενῆ. τὰ μέντοιγε ἐπιθετικὰ βαρύνεται, ἐπεὶ τὰ τούτων ἀρσενικά «κοῦραι πετράων ἤριπον ἐξ ὑπάτων». τὸ χιλιῶν παρ´ Ἀθηναίοις παραλόγως περισπᾶται. Ἐὰν δὲ εὑρεθῶσιν ὁμοφωνοῦσαι ἀπὸ τῶν εἰς 'ες' πληθυντικῶν εὐθειῶν θηλυκῶν γενικαὶ γενικαῖς ἀρσενικῶν περισπωμέναις, οὐκ ἀναγκάζονται καὶ ὁμοτονεῖν αὐταῖς. ἐκ δὲ τοῦ ἐναντίου εἴ τι μὲν ἀρσενικὸν εἰς 'αι' τὴν εὐθεῖαν ἔχοι, τὸ δὲ θηλυκὸν εἰς 'ες', ἡ μὲν τοῦ ἀρσενικοῦ περισπᾶται, ἡ δὲ τοῦ θηλυκοῦ βαρύνεται· αἱ Δαναΐδες μέντοι τῶν Δαναΐδων βαρυτόνως, οἱ Δαναΐδαι δὲ τῶν Δαναϊδῶν περισπωμένως· ὅμοιον ἔχει καὶ οἱ Τανταλίδαι Τανταλιδῶν, οἱ Ἡλιάδαι τῶν Ἡλιαδῶν, οἱ Πριαμίδαι τῶν Πριαμιδῶν, αἱ Τανταλίδες δὲ τῶν Τανταλίδων, αἱ Ἡλιάδες τῶν Ἡλιάδων, αἱ Πριαμίδες τῶν Πριαμίδων βαρυτόνως. Πᾶσα εὐθεῖα δισύλλαβος εἰς 'ες' λήγουσα πληθυντικὴ δηλονότι περισπᾶται τὴν ἰδίαν γενικήν, μῆνες μηνῶν, ἄνδρες ἀνδρῶν, θῶπες θωπῶν, φῶτες φωτῶν, χῆνες χηνῶν, χεῖρες χειρῶν καὶ τὰ ἄλλα ὁμοίως, ἐννέα σεσημειωμένων, περὶ ὧν καὶ λόγον δίδομεν. τίνων, ὅτε πυσματικῶς, πρὸς ἀντιδιαστολὴν τοῦ ἀορίστου, ἐκεῖνο γὰρ περισπᾶται. Τρῶες Τρώων, δμῶες δμώων, ἵνα ἐκφύγωσι τὸ αἱ Τρῳαί τῶν Τρῳῶν καὶ αἱ δμῳαί τῶν δμῳῶν, ὀξυνόμενα κατὰ τὰς εὐθείας, καὶ διὰ τοῦτο περισπῶνται τὰς γενικάς. θῶες θώων διὰ τὸ θῳή, ὃ σημαίνει τὴν ζημίαν, αἱ θῳαί τῶν θῳῶν. παῖδες παίδων, οὐ πρὸς διαστολήν, ὥς τινες ἐνόμισαν, τοῦ αἱ πέδαι τῶν πεδῶν ἐπὶ τῶν δεσμῶν. ἡ γὰρ γραφὴ τὴν διαστολὴν ποιεῖται· τοῦτο μὲν γὰρ τὸ ἐπὶ τῶν δεσμῶν διὰ τοῦ 'ε', ἐκεῖνο δὲ διὰ τῆς 'αι' διφθόγγου· ἀλλ´ ἴσως ἐπειδὴ ὡς ἀπὸ
Pending translation