ἐντελεστέρου τοῦ πάϊς γέγονεν, ὡς μὴ εἶναι φύσει δισύλλαβον. ἔτι ἐστὶ πάντες πάντων, οὐχ ὅτι ἐκ τοῦ ἅπαντος, ὥς τινές φασιν, ἀφαιρέσει τοῦ 'α' γέγονεν· ἐπεὶ ἔδει καὶ τὸ παντός καὶ παντί βαρύνεσθαι, ἐκ τοῦ ἅπαντος ἅπαντι ἀφῃρημένα· ἀλλ´ ὅτι μετοχῆς εἴληφεν ἀναλογίαν, ὡς ἐν τῷ περὶ μετοχῶν δέδεικται, ᾧ λόγῳ καὶ τὸ πᾶσι βεβαρυτόνηται, ὡς στᾶσι δοῦσιν. ἔτι δᾷδες δᾴδων· δαΐδες δαΐδων γὰρ τρισυλλάβως τὸ ἐντελές. ἔτι λᾶες λάων. τὸ γὰρ ἐντελὲς ἀπὸ τοῦ λᾶας λάαες λαάων πάλιν τρισύλλαβον. ἔνατόν ἐστι τὸ κρᾶτες κράτων «κράτων τυπτομένων» (Od. χ 309, ω 184) ἴσως ἀπὸ τοῦ κράατες κραάτων ἐντελεστέρου. Χωρὶς δὲ τούτων ἐστὶ καὶ ἕτερα· σέες σέων ἐπὶ τῶν σκωλήκων ὡς παρ´ Ἀριστοφάνει «ὑπὸ τῶν σέων καταπονούμενον» (Lys. 730) καὶ φῴδων, ὡς παρ´ Ἀριστοφάνει «πλὴν φῴδων ἐκ βαλανείου» (Plut. 535), οὐδένων, Φθάντων τῷ λόγῳ τῶν μετοχῶν ὡς στάντες στάντων, βάντες βάντων, δόντες δόντων. Φασὶ δέ τινες ἀπολογούμενοι περὶ ὅλων τῶν σεσημειωμένων, ὅτι τὰ εἰς 'ς' λήγοντα μονοσύλλαβα κατὰ τὴν γενικὴν περιττοσύλλαβα τὰ μὲν ὀξύτονα, ἐὰν διὰ συμφώνων κλίνωνται, περισπῶνται κατὰ τὴν γενικὴν πληθυντικήν, σής σητός σῆτες σητῶν, Κρής Κρητός Κρῆτες Κρητῶν. ἐὰν δὲ διὰ καθαροῦ τοῦ 'ος' κλιθῶσι, βαρύνονται κατὰ τὴν γενικὴν πληθυντικήν, Τρώς Τρωός Τρῶες Τρώων, δμώς δμωός δμῶες δμώων. τὸ δὲ τίνων εἰς διαφορὰν τῶν τινῶν καὶ τὸ κράτων τῶν κεφαλῶν εἰς διαφορὰν τῶν κρατῶν ἀπὸ τοῦ κράτος ἡ ἀρχή. τὸ δὲ φῴδων καὶ δᾴδων ἀπὸ τῶν φωΐδων καὶ δαΐδων. τὰ δὲ περισπώμενα ἐκ τοῦ ἐναντίου γίνεται· ἐὰν μὲν διὰ καθαροῦ τοῦ 'ος' κλίνωνται, περισπῶσι τὰς γενικὰς πληθυντικάς, μῦς μυός μύες μυῶν, βοῦς βοός βοῶν, δρύες δρυῶν, σύες συῶν. ἐὰν δὲ διὰ συμφώνου, βαρύνονται, παῖς παιδός παῖδες παίδων, πάντες πάντων· τὸ δὲ λάων ἐβαρύνθη εἰς διαφορὰν τῶν λαῶν. ἀλλὰ κακῶς λέγουσιν οἱ οὕτως ἀπολογησάμενοι πρῶτον μὲν ὅτι ἀπὸ τῶν σεσημειωμένων πλέκουσι τὸν κανόνα, δεύτερον δὲ ὅτι ἀντίκειται τούτοις τὸ κίς κιός καὶ λίς λιός· ταῦτα γὰρ ὀξύνονται κατὰ τὴν εὐθεῖαν τῶν ἑνικῶν καὶ διὰ καθαροῦ τοῦ 'ος' κλίνονται καὶ ὅμως οὐ βαρύνονται ἐν τῇ γενικῇ τῶν πληθυντικῶν, ἀλλὰ περισπῶνται. κιῶν γὰρ καὶ λιῶν περισπωμένως.
Pending translation