Prosodia Catholica (Herodian)

Passage 1.428
← Index
1.428
No summary yet
Αἱ εἰς 'ες' ὑπὲρ δύο συλλαβὰς εὐθεῖαι βαρύνουσι τὰς γενικάς, Αἴαντες Αἰάντων, ἑβδομάδες ἑβδομάδων, εὐσεβέες εὐσεβέων, στάχυες σταχύων, ὀσφύες ὀσφύων. ἔδει οὖν καὶ τὸ πόλεων, μάντεων, πελέκεων καὶ τὰ τούτοις παραπλήσια πρὸ μιᾶς ἔχειν τὸν τόνον. ἀλλ´ Ἀττικούς φασι προπαροξύνειν ταῦτα, ἅπερ ἐστὶν ἀπὸ τῶν εἰς 'ις' εὐθειῶν, καὶ ἔτι δύο ἀπὸ τῶν εἰς 'υς', τό τε πήχεων καὶ πελέκεων. σεσημείωται πάλιν γυναικῶν καὶ θυγατρῶν περισπώμενα ἑπόμενα τῷ τόπῳ τοῦ τόνου τῆς γενικῆς ἑνικῆς καὶ τὰ παρ´ Ἀθηναίοις ἀριθμητικὰ τὸ χιλιάδων καὶ μυριάδων. ταῦτα γὰρ παρ´ αὐτοῖς περισπῶνται, παρ´ ἡμῖν δὲ βαρύνονται. Αἱ δὲ εἰς 'εις' εὐθεῖαι συνῃρημέναι εἰσὶ καὶ περισπῶσι τὰς ἰδίας γενικάς, ὡς ἤδη εἴπομεν, Σωκράτεις Σωκρατῶν, Δημοσθένεις Δημοσθενῶν, εὐσεβεῖς εὐσεβῶν. τὸ δυσώδων καὶ εὐώδων καὶ νοσώδων τῷ λόγῳ μὲν περισπασθήσονται, ὁ δὲ Ἀρίσταρχος ταύτας καὶ τὰς ὁμοίας βαρύνει ἐκ τοῦ οἴεσθαι τὰς ἐντελεῖς γενικὰς αὐτῶν προπαροξύνεσθαι, εὐώδεων ὡς πόλεων. οὐκ εὐλόγως· μόναι γὰρ αἱ ἀπὸ τῶν εἰς 'ις' ὑπάρχουσιν αἱ προπαροξυνόμεναι, πόλεων, μάντεων, καὶ δύο ἀπὸ τῶν εἰς 'υς' πελέκεων, πήχεων, αἱ δὲ λοιπαὶ πᾶσαι βαρύτονοι οὖσαι πρὸ μιᾶς ἔχουσι τὸν τόνον, ὡς πρόκειται. παραλόγως οὖν Ἀρίσταρχος βαρύνει καὶ ἐπείσθη ἡ παράδοσις. καὶ τὸ τριήρων οἱ μὲν βαρύνουσιν, οἱ δὲ περισπῶσιν, ὥσπερ καὶ αὐτάρκων καὶ αὐθάδων καὶ τὸ συνήθων καὶ κακοήθων βαρύνεται ὥσπερ καὶ τὰ αὐτῶν ἐπιρρήματα.
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

No overlaps computed yet.