Prosodia Catholica (Herodian)

Passage 1.430
← Index
1.430
No summary yet
οἱ βελτίους τοὺς βελτίους, οἱ ἰχθῦς περισπωμένως καὶ τοὺς ἰχθῦς, ὁμοίως αἱ κλιτῦς τὰς κλιτῦς, οἱ βασιλῆς τοὺς βασιλῆς οἷον «τούς τε διστάρχας ὤλεσας βασιλῆς» παρὰ τῷ Σοφοκλεῖ (Ai. 390). Αἱ εἰς 'ας' λήγουσαι, συνεσταλμένον ἔχουσαι τὸ 'α', ὁμότονοί εἰσι ταῖς πληθυντικαῖς εὐθείαις, Αἴαντες Αἴαντας, Πάριδες Πάριδας, ταχέες ταχέας, αἱ ἐκτεταμένον ἔχουσαι τὸ 'α' ἀπὸ μὲν βαρυτόνων πρὸ μιᾶς ἔχουσι τὸν τόνον, Μήδειαι Μηδείας, τάλαιναι ταλαίνας· ἀπὸ δὲ ὀξυτόνων ὀξύνονται, καλαί καλάς, ταφαί ταφάς. ἀπὸ δὲ περισπωμένων περισπῶνται, διπλαῖ διπλᾶς, συκαῖ συκᾶς, γαλαῖ γαλᾶς· μακρὸν δὲ ἔχουσι τὸ 'α' ὅσαι εἰσὶν ἀπὸ τῶν εἰς 'αι' εὐθειῶν, ὡς αἱ προκείμεναι· βραχὺ δὲ αἱ ἀπὸ τῶν εἰς 'ες', ὧν πάλιν κεῖται τὰ ὑποδείγματα. Αἱ εἰς 'ους' αἰτιατικαὶ πάλιν ταῖς εὐθείαις ἀκολουθοῦσι κατὰ τὸν εἰρημένον κανόνα, φίλοι φίλους, καλοί καλούς ὀξυτόνως καὶ ἀργυροῖ ἀργυροῦς περισπωμένως. Τὰ Ἀττικὰ ὁμοτονοῦσι ταῖς εὐθείαις τῶν πληθυντικῶν οἷον οἱ εὔγεῳ τοὺς εὔγεως, οἱ Μενέλεῳ τοὺς Μενέλεως, οἱ νεῴ τοὺς νεώς, οἱ λεῴ τοὺς λεώς. Τὸ Ἐρετριέας Ἐρετριᾶς καὶ ἁλιέας ἁλιᾶς κατὰ συναίρεσιν περισπῶνται παρ´ Ἀθηναίοις. {1Τὰ περὶ τόνου τῶν κατὰ θέμα ἀριθμῶν ἐκλέλοιπεν.}1 {1ΠΕΡΙ ΤΩΝ ΕΙΣ 'ω' ΚΑΙ ΕΙΣ 'μι' ΡΗΜΑΤΩΝ ΚΑΤΑ ΠΑΝ ΠΡΟΣΩΠΟΝ. ΒΙΒΛΙΟΝ ιϛʹ.}1 Πᾶν ῥῆμα βαρύνεται ἢ περισπᾶται· γράφω, τύπτω, ποιῶ, βοῶ. ὀξύνεται δὲ οὐδέποτε κατὰ τὴν κοινὴν συνήθειαν, εἰ μὴ παρὰ Δωριεῦσι τὰ συνῃρημένα ἀπαρέμφατα εἰς 'ειν' ἀφαιρέσει τοῦ 'ι', ποιέν ἀντὶ τοῦ ποιεῖν, δασμοφορέν ἀντὶ τοῦ δασμοφορεῖν. σεσημείωται δέ τινα ῥήματα ὀξύτονα. ἐν μὲν προστακτικοῖς μονοσυλλάβως τὸ δός, θές, ἕς τὸ ἀπόλυσον, σχές, σπές, φρές, ἅπερ διὰ τὴν βραχυκαταληξίαν οὐδὲ
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

No overlaps computed yet.