Discussion of Attic accentuation and tone shifts in verb forms (imperatives and indicatives), noting behaviour of compounded vs. disyllabic forms (e.g., ἀπόδος, λάβε, ἰδέ, φημί, εἰμί), with references to Aristophanes.
περισπᾶται. ὅθεν ἐν τῇ συνθέσει εὐλόγως ἀνεβίβασε τὸν τόνον ἀπόδος, κατάθες, ἐπίσχες, ἐπίσπες, πρόες «ἀλλὰ σὺ μὲν νῦν τῆνδε θεῷ πρόες» (Α 127), ἐπίφρες. δισύλλαβα δὲ τὸ ἐλθέ, εὑρέ, εἰπέ, ἃ καὶ αὐτὰ συντεθέντα κατὰ φύσιν βαρὺν ἀπείληφε τὸν τόνον, κάτελθε, ἔξειπε, ἔφευρε. τὸ δὲ λαβέ καὶ ἰδέ ὀξυνόμενα Ἀττικά ἐστι. τὰ γὰρ κοινὰ τούτων βαρύνεται. ταῦτα μὲν ἐν προστακτικοῖς. ἐν δὲ ὁριστικοῖς τὸ χρή «οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα» (Β 24). καὶ τὸ φημί καὶ εἰμί καὶ τὰ τούτων κινήματα, φῄς φησί, ὅπερ πάλιν ἀποκοπὲν ὀξύνεται· τὸ γὰρ «φὴ ἐκεῖνος» ἀντὶ τοῦ φησί. φατόν φατόν φαμέν φατέ φασίν καὶ τὸ τούτου προστακτικοῦ δεύτερον φαθί ὡς παρ´ Ἀριστοφάνει (Eqq. 22) ἐξόπισθε νῦν αὐτὸ φαθὶ ποῦ μόλωμεν οὕτω ἐπεκράτησε λέγεσθαι. πάλιν εἰμί, εἴς «αἵματός εἰς ἀγαθοῖο» (δ 611), ἐσσί, ἐστί, ἐστόν, ἐστόν, ἐσμέν, ἐστέ εἰσί. καὶ ταῦτα δέ, λέγω δὴ τὸ φημί καὶ εἰμί, συντιθέμενα βαρύνεται σύμφημι, σύνειμι. ἔτι καὶ τὸ ἠμί, ὅπερ ταὐτὸν δύναται τῷ φημί—Ἀριστοφάνης
…is circumflexed. Hence in composition it has reasonably raised the accent: ἀπόδος, κατάθες, ἐπίσχες, ἐπίσπες, πρόες—“but you now give this to the god” (Α 127)—, ἐπίφρες. But disyllabic are ἐλθέ, εὑρέ, εἰπέ, which, when compounded, have themselves by nature taken a grave accent: κάτελθε, ἔξειπε, ἔφευρε. But λαβέ and ἰδέ, being accented with an acute, are Attic; for the common forms of these are accented with a grave. These points concern imperatives. In indicatives, χρή: “οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα” (Β 24). And φημί and εἰμί and their inflected forms, φῄς, φησί—though this again, when apocopated, is accented with an acute; for “φὴ ἐκεῖνος” stands for φησί. φατόν, φατόν, φαμέν, φατέ, φασίν, and the second person of its imperative, φαθί, as in Aristophanes (Eqq. 22) ἐξόπισθε νῦν αὐτὸ φαθὶ ποῦ μόλωμεν, has thus prevailed in usage. Again, εἰμί: εἴς—“αἵματός εἰς ἀγαθοῖο” (δ 611)—, ἐσσί, ἐστί, ἐστόν, ἐστόν, ἐσμέν, ἐστέ, εἰσί. And these too—I mean φημί and εἰμί—when compounded are accented with a grave: σύμφημι, σύνειμι. Further, also ἠμί, which has the same force as φημί—Aristophanes…