Prosodia Catholica (Herodian)

Passage 1.432
← Index
1.432
No summary yet
Βατράχοις ( 37) «παῖ, ἠμί, παῖ», ἐξ οὗ τὸ ἦ τὸ σημαῖνον τὸ εἶπον οἷον «ἦ καὶ κυανέῃσιν ἐπ´ ὀφρύσι νεῦσε Κρονίων» (Α 528) καὶ «ἦ ῥα καὶ ἐξ ὀχέων» (Δ 419)—ὀξύνεται. ταῦτά ἐστι τῶν ῥημάτων τὰ ὀξυνόμενα. εἰ δέ τί ἐστιν ἄλλο ἐπὶ τέλους ἔχον τὸν τόνον, περισπᾶται ποιῶ νοῶ, ποιοῦ νοοῦ, ποιεῖν νοεῖν καὶ τὰ τοιαῦτα. Πᾶν ῥῆμα εἰς 'ω' μονοσύλλαβον περισπᾶται, ζῶ, κλῶ, κνῶ, θλῶ, δρῶ, ἐὰν βῶ, ἐὰν στῶ. λείπεται τοίνυν διασαφηνίσαι τὴν τῶν εἰς 'ω' ληγόντων ἐνεστώτων τάσιν κατὰ τὰς ἑαυτῶν συζυγίας. Τὰ εἰς 'βω' λήγοντα βαρύνεται. τότε περισπᾶται, ὅτε ἐν ταῖς δυσὶ συλλαβαῖς ἔχει τὸ 'β', ἢ ὄνομα προϋπάρχει ἢ τὸ 'ο' ἔχει ἐν τῇ παραληγούσῃ ἢ τὸ 'ω' μέγα. καὶ βαρύνεται μὲν ταῦτα, λείβω καὶ κατὰ ἀποβολὴν τοῦ 'λ' εἴβω, τρίβω, στείβω, φέρβω, ἀμείβω, σέβω, φέβω τὸ φοβοῦμαι, ῥέμβομαι, θλίβω, στίλβω. περισπᾶται δὲ ταῦτα ὡς ἔχοντα ἐν δυσὶ συλλαβαῖς 'β' βαυβῶ τὸ καθεύδω, βομβῶ, βιβῶ τὸ περιπατῶ. ἔτι περισπῶνται τὰ ἔχοντα προϋπάρχοντα ὀνόματα, φόβος φοβῶ, ἀσεβής ἀσεβῶ, εὐσεβής εὐσεβῶ, θόρυβος θορυβῶ, κόλυμβος κολυμβῶ, λαβή λαβῶ. τὸ γὰρ λάβω ὑποτακτικόν ἐστι τοῦ ἔλαβον. Ἔτι περισπῶνται τὰ ἔχοντα 'ο' μικρὸν ἢ 'ω' μέγα ἐν τῇ παραληγούσῃ, σοβῶ, στροβῶ, κολοβῶ, λωβῶ. Τὰ εἰς 'πω' λήγοντα βαρύνονται, εἰ μὴ παραλήγοιτο τῷ 'υ' ἢ τῷ 'ω', ἢ εἰ μὴ παρώνυμα εἴη ἢ ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ συλλαβῇ ἔχοι τὸ 'π' θάλπω, λάμπω, πέμπω, λείπω, μέλπω, βλέπω, ἐρείπω τὸ καταβάλλω, ἕρπω, δρέπω, ἕπω, τρέπω, σκέπω, λέπω, ἔπω τὸ ἐνέπω. πρόσκειται «εἰ μὴ ἔχοι ἐν τῇ πρὸ τέλους τὸ 'υ' ἢ τὸ 'ω'» διὰ τὸ γνυπῶ τὸ γονυπετῶ καὶ κλωπῶ τὸ κλέπτω, ὅθεν καὶ κλώψ. τὸ δὲ «εἰ μὴ παρώνυμα εἴη» διὰ τὸ κόπος κοπῶ, ἶπος ἡ παγίς ἰπῶ τὸ βλάπτω,
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

No overlaps computed yet.