λύπη λυπῶ, τρύπη τρυπῶ, κτύπος κτυπῶ, ῥύπος ῥυπῶ. πρόσκειται δὲ «εἰ μὴ ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ συλλαβῇ ἔχει τὸ 'π'» διὰ τὸ πιπῶ καὶ ὀπιπῶ τὸ περιβλέπομαι. τὸ δὲ πίπτω βαρύνεται ἔχον τὸ 'τ'. Τὰ εἰς 'φω' λήγοντα βαρύνεται, εἰ μὴ παραλήγοιτο τῷ 'ο' μικρῷ ἢ τῷ 'ω' μεγάλῳ ἢ παρώνυμα εἴη, γράφω, γλύφω, νήφω ἐπὶ τοῦ φρονῶ, νείφω δὲ ἐπὶ τοῦ χιονίζω, δέφω, τρέφω, στρέφω, στέφω, ψέφω, ἀλείφω, κνίφω, στύφω, τύφω, μέμφω, ἀφ´ οὗ τὸ μέμφομαι εὔχρηστον. σεσημείωται τὸ διφῶ τὸ ζητῶ Ἰλιάδος Π ( 747) «τήθεα διφῶν» ζητῶν ἐρευνῶν. Καλλίμαχος «μηδ´ ἀπ´ ἐμεῦ διφᾶτε μέγα ψοφέουσαν ἀοιδήν» καὶ ἀμφαφῶ. καὶ ἴσως παρώνυμα εἴη ἀπὸ τοῦ ἁφή ἁφῶ καὶ διαφῶ καὶ κράσει διφῶ τὸ τῇ ἁφῇ ὑποβάλλω καὶ ἀμφαφῶ. πρόσκειται «εἰ μὴ παρώνυμα εἴη» διὰ τὸ τρυφή τρυφῶ, κορυφή κορυφῶ, σοφός σοφῶ, ζωγράφος ζωγραφῶ, ψόφος ψοφῶ, ἁφή ψηλαφῶ. τὸ δὲ στρωφῶ καὶ ῥοφῶ ἔχουσιν 'ο' καὶ 'ω'. Τὰ εἰς 'πτω' βαρύνεται, εἰ μὴ προκατάρχοι ὄνομα ἢ διαστολὴ γένοιτο σημαινομένου, σκάπτω, θάπτω, βλάπτω, κλέπτω, σκέπτω, χαλέπτω, πίπτω, ἵπτω, λίπτω, ἴπτω τὸ βλάπτω, ὅπερ ψιλοῦται· ἐπὶ γὰρ τοῦ πετῶ δασύνεται καὶ περισπᾶται, χρίπτω, νίπτω, ἐνίπτω τὸ ἐπιπλήττω, σκηρίπτω, ῥίπτω. τὸ γὰρ ῥιπτῶ Ἀττικὸν ἢ ποιητικόν. κόπτω, ὄπτω τὸ βλέπω. τὸ δὲ ὀπτῶ πρὸς διαστολὴν τοῦ ὄπτω, σκώπτω, θρύπτω, θύπτω τὸ τυφῶ, κύπτω, κρύπτω, ῥύπτω, δύπτω, καλύπτω, κορύπτω, τύπτω. τὸ δὲ τυπτῶ τυπτήσω Ἀττικῶς. πρόσκειται «εἰ μὴ προκατάρχεται ὄνομα» διὰ τὸ ἄβλεπτος ἀβλεπτῶ, ἄπεπτος ἀπεπτῶ, ἀλείπτης φιλαλειπτῶ. Τὰ εἰς 'γω' δισύλλαβα 'η' παραληγόμενα ἀπὸ συμφώνου ἀρχόμενα
Pending translation