Τὰ εἰς 'κω' δισύλλαβα τῷ 'η' παραληγόμενα ἀπὸ συμφώνου ἀρχόμενα βαρύνεται, ἀπὸ δὲ ἡμιφώνου περισπῶνται· καὶ βαρύνονται μὲν ταῦτα, τήκω, δήκω ὅθεν ἔδακον, μεθ´ ὧν καὶ ἥκω. περισπᾶται δὲ ταῦτα, ληκῶ, σφηκῶ, μηκῶ. Τὰ εἰς 'κω', εἰ μὴ τῷ 'σ' παραλήγοιτο ἢ τῷ 'η', περὶ ὧν προείρηται, πάντως περισπᾶται, κακῶ, ἀρκῶ, ναρκῶ, σαρκῶ, φαλκῶ, δοκῶ, κυκῶ, μυκῶ, οἰκῶ καὶ παροικῶ. τὸ δὲ διώκω καὶ ἥκω καὶ ἐρύκω βαρύνεται. τὸ δὲ ἀσκῶ, σφηκῶ περισπᾶται. Τὰ εἰς 'σκω' βαρύνεται, εἰ μὴ κατάρχοιτο ὄνομα, δράσκω, γηράσκω, πιπράσκω, διδάσκω, τιτρώσκω, γινώσκω, βιβρώσκω, ἀρέσκω, πιφαύσκω, κικλήσκω, θνήσκω, μιμνήσκω, ἀλδήσκω, πιπίσκω, ἀέσκω, μαχέσκω, ἐΐσκω «ἐΐσκω πηγεσιμάλλῳ» (Il. Γ 197) καὶ ἀποβολῇ τοῦ 'ε' «εἴ κέ σε τῷ ἴσκοντες» (Λ 799). δειδίσκω, εὑρίσκω, τελίσκω, γαμίσκω, κυΐσκω, ὀφλίσκω, ἀφ´ οὗ τὸ ὀφλισκάνω, ἁλίσκω, ἀραρίσκω, στερίσκω, μεθύσκω, βόσκω βοσκήσω· τοῦτο δὲ ὡς ἀπὸ περισπωμένου ἐγένετο βοσκῶ βοσκήσω. τὸ μέντοι δισκῶ καὶ ἀσκῶ καὶ διασκῶ ἔχουσι τὸ δίσκος καὶ ἀσκός, καὶ τὸ βοσκῶ τὸ βοσκός καὶ ἱπποβοσκῶ ἱπποβοσκός. Τὰ εἰς 'κτω' μὴ παρ´ ὄνομα γινόμενα βαρύνεται, τίκτω, πέκτω τὸ κτενίζω. τὰ δὲ περισπώμενα ἔχουσιν ὄνομα, εὔτακτος εὐτακτῶ, ἄτακτος ἀτακτῶ, ὑλακή ὑλακτῶ. τούτοις ἠκολούθησε καὶ τὸ ἀγανακτῶ. Τὰ εἰς 'χω' δισύλλαβα ἀρχόμενα ἀπὸ συμφώνου μὴ διὰ τοῦ 'η' παραληγόμενα φύσει μακρᾷ βαρύνεται· εἰ δέ τι περιεσπάσθη, τοῦτο ἐκ
Pending translation