Prosodia Catholica (Herodian)

Passage 1.437
← Index
1.437
No summary yet
βαρυτόνου παρήχθη ὡς ἐπὶ τοῦ τρέχω τροχῶ, ἢ παρ´ ὄνομα ἐγένετο, τεῦχος τευχῶ, καὶ τὸ στοιχῶ καὶ τὸ μοιχῶ ἀπὸ τοῦ στοῖχος καὶ μοιχός. βαρύνεται δὲ ταῦτα, στείχω, τεύχω, ψύχω, τρύχω, σμύχω, βρύχω, λείχω, γλίχω, ὅθεν τὸ γλίχομαι. οὐκ ἀντιπίπτει τὸ αὐχῶ. ἀπὸ φωνήεντος γάρ, ᾧ ἠκολούθησε καὶ τὸ καυχῶ. τὸ δὲ βληχῶ ἔχει 'η'. Τὰ εἰς 'χω' δισύλλαβα τῷ 'η' παραληγόμενα ἀπὸ συμφώνου ἀρχόμενα, εἰ μὴ πεποιημένην φωνὴν σημαίνοι, βαρύνεται, νήχω, ἐξ οὗ τὸ νήχομαι, σμήχω, τρήχω τὸ κτυπῶ, ἐξ οὗ τὸ «τετρήχει δ´ ἀγορή» (Β 95), λήχω, ἀφ´ οὗ τὸ ἔλαχον. τὸ δὲ βληχῶ πεποιημένην φωνὴν δηλοῖ. τὸ δὲ ἠχῶ ἀπὸ φωνήεντος ἤρξατο. Τὰ εἰς 'χω' δισύλλαβα μὴ ἔχοντα πρὸ τοῦ 'χ' τὸ 'σ' περισπᾶται, εἰ ἔχοι τὴν πρὸ τέλους μὴ φύσει μακράν, ὑπεσταλμένων τῶν ἐχόντων τὸ 'ε' ἢ τὸ 'α' πρὸ τέλους, λοχῶ, τροχῶ, ὀρχῶ, ὅθεν ὀρχοῦμαι, κιχῶ, ὀχῶ, στιχῶ, διχῶ, τριχῶ, τυχῶ. τὸ δὲ ἴσχω ἔχει 'σ'. καὶ τὸ σμήχω ἔχει τὴν παραλήγουσαν φύσει μακράν. τὸ δὲ τρέχω ἔχει 'ε' καὶ τὸ ἄρχω 'α'. Τὰ εἰς 'χω' ἐν τῇ πρὸ τέλους συλλαβῇ 'ε' ἔχοντα βαρύνεται, εἰ μὴ παρ´ ὄνομα γένοιτο, τρέχω, βρέχω, δέχω, ὅθεν δέχομαι ἐν χρήσει, ἔχω, σπέρχω, εὔχω, ὅθεν εὔχομαι, ἔρχω, ὅθεν ἔρχομαι, ἐλέγχω, τεύχω. τὸ δὲ τευχῶ περισπώμενον ὅτι τεῦχος. Τὰ εἰς 'χω' δισύλλαβα ἔχοντα τὸ 'α' ἐν τῇ πρὸ τέλους βαρύνεται, ἄχω ἄχομαι, μάχω, ὅθεν τὸ μάχομαι καὶ μαχέομαι μαχοῦμαι, ὅθεν μαχήσομαι μέλλων, ἄρχω, πάσχω, μεθ´ ὧν καὶ τὸ ἴσχω. τὸ δὲ βακχῶ περισπᾶται ὡς ἔχον τὸ βάκχος. Τὰ διὰ τοῦ 'αχω' τρισύλλαβα βαρύνεται, στενάχω «βαρὺ δὲ στενάχοντος ἄκουσα» (Od. θ 95) «ἐπεστενάχοντο δ´ ἑταῖροι» (Il. Δ 154), ἰάχω «ἡμεῖς δὲ ἰάχοντες» (Od. δ 454), «τρὶς δ´ ἄϊεν ἰάχοντος»
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

No overlaps computed yet.