Prosodia Catholica (Herodian)

Passage 1.438
← Index
1.438
No summary yet
(Il. Λ 463), «σμερδαλέα ἰάχων» (Ε 304), «φθέγξομ´ ἐγὼν ἰάχουσα» (Il. Φ 341). ταῦτα δὲ καὶ ὡς ἀπὸ περισπωμένων μέλλοντα ποιοῦσιν, ἰαχήσω, στεναχήσω. Τὰ εἰς 'χω' ὑπερδισύλλαβα φύσει μακρᾷ παραληγόμενα ἢ παρ´ ὄνομα ὄντα ἢ διὰ τοῦ 'ιχω' περισπᾶται, στοναχῶ, συμμαχῶ, γνωσιμαχῶ, ἡνιοχῶ, ὀμιχῶ τὸ οὐρῶ—ἔστι δὲ καὶ βαρύτονον ῥῆμα οἷον ὀμίχω ὁ μέλλων ὀμίξω ὡς παρ´ Ἱππώνακτι οἷον «ὤμιξεν αἷμα καὶ χολὴν ἐτίλησεν» (Bergk 55) καὶ τὸ ἀναρριχᾶσθαι δὲ τοῖς Ἀττικοῖς παρὰ τὸ ἀρχαῖόν ἐστι γενόμενον ἀραχνιῶ καὶ ἐν ὑπερθέσει τῶν στοιχείων ἀναρριχῶ, τοῦ μὲν 'ν' εἰς τὴν χώραν τοῦ 'ρ' τεθέντος, τοῦ δὲ 'ι' ἀμοιβαίως καὶ τοῦ 'ρ' εἰς τὴν χώραν τοῦ 'ν', τοῦ δὲ 'χ' πλησίον τοῦ 'ω'. σεσημείωται τὸ στενάχω καὶ ἰάχω. τὸ δὲ διδάχω διδάξω οὐκ ἐν χρήσει ὂν βαρύνεται. Τὰ εἰς 'δω' δισύλλαβα παραληγόμενα τῷ 'η' βαρύνεται, ἥδω ἥδομαι, κήδω κήδομαι, τὸ δὲ πηδῶ περισπᾶται. Τὰ εἰς 'δω' δισύλλαβα ἔχοντα τὴν πρὸ τέλους εἰς τὸ 'ε' καταλήγουσαν περισπᾶται, ἐδῶ ἐδήσω, μεδῶ, ἐξ οὗ τὸ μεδέων, μεδήσω. ταῦτα δὲ βαρύτονα λέγονται ἔδω καὶ μέδω. ἔτι βαρύνεται τὸ ῥέδω. Πᾶν εἰς 'δω' λῆγον ἔχον τὴν πρὸ τέλους συλλαβὴν εἰς φωνῆεν λήγουσαν μετὰ βραχείας οὐ βαρύνεται, ἀλλὰ περισπᾶται, ὡς ἔχει τὸ σταφιδῶ, ὁμαδῶ, κελαδῶ. τὸ δὲ κελάδων κελάδοντος «πὰρ ποταμὸν
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 21 (4.8%) word LCS 5 (6.0%)
Show overlap highlight
… διδάξω οὐκ ἐν χρήσει ὂν βαρύνεται. Τὰ εἰς 'δω' δισύλλαβα παραληγόμενα τῷ 'η' βαρύνεται, ἥδω ἥδομαι, κήδω κήδομαι, τὸ δὲ πηδῶ περισπᾶται. Τὰ εἰς 'δω' δισύλλαβα ἔχοντα τὴν πρὸ τέλους εἰς τὸ 'ε' καταλήγουσαν περισπᾶται, ἐδῶ ἐδήσω, μεδῶ, ἐξ οὗ τὸ μεδέων, μεδήσω. ταῦτα δὲ βαρύτονα λέγονται ἔδω καὶ μέδω. ἔτι βαρύνεται τὸ ῥέδω. Πᾶν εἰς 'δω' λῆγον ἔχ…
Ἀγάθυρσοι, ἔθνος ἐνδοτέρω τοῦ Αἵμου. κέκληνται δὲ ἢ [ἀπ´] Ἀγαθύρσου τοῦ Ἡρακλέους, ἢ ὡς Πείσανδρος ἀπὸ τῶν θύρσων τοῦ Διονύσου. ὁ τόνος βαρύς. τὰ εἰς « σος » ὑπὲρ δύο συλλαβὰς ἔχοντα τὴν πρὸ τέλους εἰς ἀμετάβολον λήγουσαν βαρύνεται, Μάγαρσος πόλις Κιλικίας, Μαίμαρσος πόλις Ἴστρων. οὕτως Ἀγάθυρσος, καὶ κύριον καὶ ἐθνικόν. λέγονται καὶ Ἀγαθύρσιοι κτητικῶς ἢ ἐθνικῶς. ἀπὸ δὲ τοῦ Καβακησός οἴεται Δίδυμος κατὰ συγκοπὴν τοῦ …