Prosodia Catholica (Herodian)

Passage 1.44
← Index
1.44
List of Greek nouns ending in -ιξ and -υξ: ethnonyms, place-names, musical instruments, animals, names and derivatives.
Θρέϊξ καὶ Θρῆϊξ καὶ κατὰ συναλοιφὴν Θρῇξ, ἆϊξ, κῶδιξ, ἧλιξ, πάλλιξ, μάστιξ, χάλιξ, χόλιξ, ἕλιξ, κύλιξ, ἄδδιξ μέτρον τετραχοίνικον, Μαγίστριξ ἔθνος τῶν Ταυρίσκων τοῖς Γερμανοῖς ὁμοροῦν. μῆνιγξ τὸ προσηγορικὸν καὶ νῆσος περὶ τὰς Σύρτεις καὶ πόλις. ὄστλιγξ ὃ παρὰ μὲν Ἀπολλωνίῳ καὶ Φιλητᾷ διὰ τοῦ 'α', σάλπιγξ, σύριγξ· σημαίνει τὴν ὀπὴν τῶν μουσικῶν αὐλῶν καὶ πάθος καὶ τὴν δορατοθήκην. ἔστι δὲ κατὰ μίμησιν τοῦ γινομένου ἤχου. ὄρνιξ οἱ Δωριεῖς λέγουσι τὸ ὄρνις. ὁμοίως δὲ καὶ τὰ σύνθετα Λιβοφοῖνιξ, ὁμόστιξ, σύμμιξ, ὁμῆλιξ, καλλίθριξ, πολυᾶϊξ, κορυθᾶϊξ. Τὰ εἰς 'υξ' βαρύνεται, εἰ μὴ ἔχοι ἔννοιαν περιεκτικήν· αἶθυξ ὁ εὐκίνητος παρὰ τὸ αἰθύσσω, ἔστι δὲ καὶ ὄνομα ἔθνους καὶ κύριον. βαῖβυξ, δοῖδυξ, θρᾶνυξ ἐπὶ τοῦ θρόνου παρὰ Κορίννῃ, θρῆνυξ ἐπὶ τοῦ αὐτοῦ καὶ ἔστιν ἡ χρῆσις παρ´ Εὐφορίωνι ἐν Πολυχάρει, ἶβυξ, ἔστι δὲ εἶδος ὀρνέου, ἶδυξ ἐπὶ τῆς ἴκτιδος ὡς Ἀλέξανδρος ὁ Μύνδιος, κῆρυξ, Κῆϋξ, κῶδυξ ἐπὶ τοῦ κωδύου, Νᾶρυξ· ἔστι δὲ πόλις Λοκρίδος θηλυκῶς λεγομένη, τινὲς δὲ Ναρύκιον τὴν πόλιν φασίν· λέγεται καὶ Ναρύκη. βαῖτυξ ἡ βδέλλα, ἦλυξ ἡ σκιά, πῶϋγξ. Βέβρυξ, ἔστι δὲ ἔθνη δύο τὸ μὲν πρὸς τῷ Πόντῳ ἐν τῇ Ἀσίᾳ, τὸ δὲ πρὸς τοῖς Ἴβηρσιν ἐν τῇ Εὐρώπῃ. περὶ δὲ τοῦ ἐν Ἀσίᾳ διάφοροι γεγόνασι δόξαι, ὅτι ἀπὸ Βέβρυκος ἢ Βεβρύκης καὶ ἄλλοι ἄλλως. βόμβυξ αὐλοῦ τι εἶδος καὶ ζῷον, ἀφ´ οὗ τὰ βομβύκινα ὑφάσματα, κατὰ Λάκωνας δὲ στάμνον δηλοῖ. Σάμβυξ κύριον· ἔστι δὲ καὶ ποταμὸς καὶ ἔθνος. Ἄμπυξ κύριον ὄνομα καὶ κόσμος ἤγουν κεφαλοδέσμιον καὶ τροχός. Ἔρυξ ὁ ἥρως ὁ Ἀφροδίτης καὶ Βύτου καὶ ἡ πόλις Σικελίας παρὰ τῷ Ἐρατοσθένει ἀρσενικῶς. Ἄδρυξ πόλις Συρακουσίων, ἀρσενικῶς λεγομένη «ἔφυγον εἰς τὸν Ἄδρυκα». Φίλιππος ὁ ἱστορικός φησιν. ἄμβυξ, Γάνυξ ὁ Γανύκτωρ παρὰ τῷ Ἐρατοσθένει, κάλυξ· θηλυκῶς δὲ λέγεται καὶ σημαίνει τὸ καλούμενον ῥόδον. ψάλυξ· τινὲς δὲ τὰς ψυχὰς ἐδέξαντο σημαίνειν
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 111 (46.2%) word LCS 30 (53.6%)
Show overlap highlight
…ου, Νᾶρυξ· ἔστι δὲ πόλις Λοκρίδος θηλυκῶς λεγομένη, τινὲς δὲ Ναρύκιον τὴν πόλιν φασίν· λέγεται καὶ Ναρύκη. βαῖτυξ ἡ βδέλλα, ἦλυξ ἡ σκιά, πῶϋγξ. Βέβρυξ, ἔστι δὲ ἔθνη δύο τὸ μὲν πρὸς τῷ Πόντῳ ἐν τῇ Ἀσίᾳ, τὸ δὲ πρὸς τοῖς Ἴβηρσιν ἐν τῇ Εὐρώπῃ. περὶ δὲ τοῦ ἐν Ἀσίᾳ διάφοροι γεγόνασι δόξαι, ὅτι ἀπὸ Βέβρυκος ἢ Βεβρύκης καὶ ἄλλοι ἄλλως. βόμβυξ αὐλοῦ τι εἶδος καὶ ζῷον, ἀφ´ οὗ τὰ βομβύκινα ὑφάσματα, κατὰ Λάκωνας δὲ στάμνον δηλοῖ. Σάμβυξ κύριον· ἔστι δὲ καὶ ποταμὸς καὶ ἔ…
Βεβρύκων, ἔθνη δύο, τὸ μὲν πρὸς τῷ Πόντῳ ἐν τῇ Ἀσίᾳ, τὸ δὲ πρὸς τοῖς Ἴβηρσιν ἐν τῇ Εὐρώπῃ. περὶ δὲ τοῦ ἐν Ἀσίᾳ διάφοροι γεγόνασι δόξαι, ὅτι ἀπὸ Βέβρυκος ἢ ἀπὸ Βεβρύκης, καὶ ἄλλοι ἄλλως. τὸ ἐθνικὸν Βεβρύκιος καὶ Βεβρυκία. εὕρηται καὶ Βέβρυσσα ὡς Φοίνισσα Κίλισσα Θρῇσσα. ἔχει γὰρ οἰκειότητα τὸ « σ » πρὸς τὸ « ξ ».
char LCS 56 (34.1%) word LCS 10 (32.3%)
Show overlap highlight
…χρῆσις παρ´ Εὐφορίωνι ἐν Πολυχάρει, ἶβυξ, ἔστι δὲ εἶδος ὀρνέου, ἶδυξ ἐπὶ τῆς ἴκτιδος ὡς Ἀλέξανδρος ὁ Μύνδιος, κῆρυξ, Κῆϋξ, κῶδυξ ἐπὶ τοῦ κωδύου, Νᾶρυξ· ἔστι δὲ πόλις Λοκρίδος θηλυκῶς λεγομένη, τινὲς δὲ Ναρύκιον τὴν πόλιν φασίν· λέγεται καὶ Ναρύκη. βαῖτυξ ἡ βδέλλα, ἦλυξ ἡ σκιά, πῶϋγξ. Βέβρυξ, ἔστι δὲ ἔθνη δύο τὸ μὲν πρὸς τῷ Πόντῳ ἐν τῇ Ἀσίᾳ, τὸ δὲ πρὸς τοῖς Ἴβηρσιν ἐν τῇ Εὐρώπῃ. περὶ …
Νᾶρυξ, πόλις Λοκρίδος, θηλυκῶς λεγομένη. τινὲς δὲ Ναρύκιον τὴν πόλιν φασίν. ἐξ ἧς Αἴας. ὁ πολίτης Ναρύκιος καὶ Ναρυκία. καὶ Ναρύκιον δὲ οὐδετέρως. λέγεται καὶ Ναρύκη καὶ Ναρυκαῖος θηλυκῶς καὶ οὐδετέρως.
char LCS 27 (52.9%) word LCS 6 (60.0%)
Show overlap highlight
…, ἧλιξ, πάλλιξ, μάστιξ, χάλιξ, χόλιξ, ἕλιξ, κύλιξ, ἄδδιξ μέτρον τετραχοίνικον, Μαγίστριξ ἔθνος τῶν Ταυρίσκων τοῖς Γερμανοῖς ὁμοροῦν. μῆνιγξ τὸ προσηγορικὸν καὶ νῆσος περὶ τὰς Σύρτεις καὶ πόλις. ὄστλιγξ ὃ παρὰ μὲν Ἀπολλωνίῳ καὶ Φιλητᾷ διὰ τοῦ 'α', σάλπιγξ, σύριγξ· σημαίνει τὴν ὀπὴν τῶν μουσικῶν αὐλῶν καὶ πάθος καὶ τὴν δορατοθήκην. ἔστι δὲ κατὰ μίμησιν…
Μῆνιγξ, νῆσος περὶ τὰς Σύρτεις καὶ πόλις. τὸ ἐθνικὸν Μηνίγγιος.