ἐρέχθω τὸ σχίζω «νῆα θοὴν ἐρεχθομένην ἀνέμοισι» (Ψ 317), ἄχθω, ὅθεν ἄχθομαι, αἴσθω καὶ αἴσθομαι, αἰσθήσομαι. τοῦτο δὲ ἀπὸ περισπωμένου ἐγένετο. τὸ μέντοι μισθῶ περισπᾶται, ὅτι μισθός. τὸ μέντοι μοχθῶ καὶ ῥοχθῶ τῷ 'ο' παραληγόμενα περισπᾶται. σεσημείωται τὸ ὀρεχθῶ «πολλοὶ μὲν βόες ἀργοὶ ὀρέχθεον» (Ψ 30). Τὰ εἰς 'θω' παραληγόμενα 'ευ' βαρύνεται, πεύθω, ἐλεύθω, κεύθω. Τὰ εἰς 'θω' παραληγόμενα φύσει μακρᾷ χωρὶς τῶν διὰ τοῦ 'η', εἰ μὴ ὄνομα προκατάρχοιτο, βαρύνεται, πείθω, κλώθω, βρώθω, ἀφ´ οὗ βέβρωθα, πρώθω. σεσημείωται τὸ ὠθῶ. τὸ μέντοι μυθῶ καὶ ἀπειθῶ περισπῶνται, ὅτι μῦθος καὶ ἀπειθής. τὸ δὲ ἀπιθῶ «οὐδ´ ἀπίθησεν μύθῳ Ἀθηναίης» (Α 220) περισπᾶται συστέλλον τὴν παραλήγουσαν. τὸ γὰρ πείθω μετάγεται εἰς περισπώμενον πιθῶ, οὗ ὁ μέλλων πιθήσω, ὁ ἀόριστος ἐπίθησεν, ὡς τὸ φείδω γίνεται φιδῶ περισπώμενον καὶ πεφιδήσεται. οὕτως ἐστὶ καὶ τὸ ἀπιθῶ. Τὰ εἰς 'θω' δισύλλαβα ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς φωνῆεν λήγουσαν μετὰ βραχείας, μὴ τοῦ 'ε', περισπᾶται, τιθῶ, ποθῶ, μαθῶ, ἐξ οὗ τὸ μαθήσω. τὸ μέντοι σχέθω βαρύτονον ἔχον τὸ 'ε'. σεσημείωται τὸ ὄθω τὸ φροντίζω «οὐδ´ ὄθομαι κοτέοντος» (Α 181). Τὰ εἰς 'θω', εἰ ἔχοι πρὸ τέλους συλλαβὴν εἰς ἀμετάβολον λήγουσαν, ὑπεσταλμένης τῆς 'ερ', περισπᾶται, πτορθῶ, ἀνθῶ, πενθῶ, ὀρθῶ. σεσημείωται τὸ ἄλθω. τὸ δὲ πέρθω καὶ ἐγέρθω βαρύνεται ὡς ἔχον 'ερ'. Τὰ εἰς 'τω' δισύλλαβα μὴ κατ´ ἐπιπλοκὴν τοῦ 'σ' περισπᾶται, ζητῶ,
Pending translation