Prosodia Catholica (Herodian)

Passage 1.442
← Index
1.442
No summary yet
κροτῶ, πατῶ, στρατῶ τὸ στρατοπεδεύομαι, κοτῶ τὸ ὀργίζομαι, βροντῶ. τὰ μέντοι βαρύτονα διὰ τοῦ 'τ' οὐ πολλὰ ὦπται καὶ μὴ ἐνεργητικῶς λεγόμενα, ἀλλὰ τὸ λίτω, ὅθεν τὸ λιτέσθαι, καὶ τὸ πέτω, ἀφ´ οὗ τὸ πέτομαι, καὶ ἔνια, ἃ ἤδη ὡς περισπώμενα ἐκλίθη, ὥσπερ τὸ κέντω, ἐξ οὗ τὸ «κένσαι ὁμοκλήσας» (Ψ 337) καὶ ἄντω, ὅθεν ἀντόμενος «ὡς ἄν τίς σε συναντόμενος» (Od. ρ 165) καὶ «ἄντεσθαι ἐν πολέμῳ» (Ο 698). τὸ δὲ «ἤντης´ οὐδὲ ἴδον» (Od. δ 201) καὶ «ἀντήσω γὰρ ἐγὼ τοῦδ´ ἀνέρος» (Il. Π 423) ὡς ἀπὸ περισπωμένου κέκλιται. τὸ δὲ ἀνύτω καὶ ἀρύτω τῷ 'τ' ἐπλεόνασεν ὡς ἐκ τοῦ ἀνύω καὶ ἀρύω. Τὰ εἰς 'ζω' βαρύνεται, εἰ δέ τι περισπᾶται, τοῦτο καὶ βαρύτονον ὤφθη. εἰ δὲ μόνως περιεσπάσθη, προϋπῆρξεν αὐτῷ ὄνομα, οὗ τὸ τέλος εἰς 'ω' τραπὲν ἰσοσύλλαβον ῥῆμα ἀπετέλεσε. * Τὰ εἰς 'αζω' βαρύνεται, βάζω, βιβάζω, λάζω τὸ λαμβάνω, στάζω, φράζω, σφάζω, χάζω, αἰάζω, στενάζω, ἀλαπάζω, εὐάζω, ἐκκλησιάζω, σκεπάζω, ἀνιάζω, σκιάζω, σκεδάζω, ἁρπάζω, ἐνθουσιάζω, βιάζω, αἰτιάζω, ἁλιάζω, ἀγοράζω, ὅπερ τινὲς ἐπὶ τοῦ ἐν ἀγορᾷ διατρίβειν «ὅδ´ ἀγοράζει κλεῖδ´ ἔχων» ἐκτείνουσι πρὸς ἀντιδιαστολὴν τοῦ ἑτέρου, λέγω δὲ τοῦ ὠνεῖσθαι. κράζω, ὅπερ παρὰ λόγον ἐκτέταται, τὰ γὰρ εἰς 'αζω' συστέλλει τὸ 'α' ὑπεσταλμένων τῶν Αἰολικῶν, τοῦ πτάζω
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

No overlaps computed yet.