Prosodia Catholica (Herodian)

Passage 1.443
← Index
1.443
No summary yet
ἔπταζον ὥστ´ ὄρνιθες ὦκυν αἴετον ἐξαπίνας φανέντα ἀντὶ τοῦ ἔπτησσον· καὶ τοῦ πλάζω τὸν δ´ ἐπιπλάζοντ´ ἄνεμοι φέροιεν καὶ μελέδωνα ἀντὶ τοῦ ἐπιπλήσσοντα. ἔτι καὶ βαρύνεται τὰ πρὸς τῷ 'α' ἔχοντα τὸ 'ι' σφαδᾴζω, τερᾴζω, ματᾴζω καὶ τὸ παίζω μόνον ἔχον πρὸ τέλους τὴν 'αι' δίφθογγον ἐκφωνουμένην. * Τὰ εἰς 'ζω' παραληγόμενα τῷ 'ε' βαρύνεται, ἕζω, χέζω, ῥέζω, πιέζω μόνον εἰς 'ζω' ὑπὲρ δύο συλλαβὰς βαρύτονον τῷ 'ε' παραληγόμενον, Δωριεῖς πιάζω ἀναλογώτερον. τοῦτο δὲ καὶ ἀπὸ περισπωμένου. τὸ δὲ τραπεζῶ περισπᾶται, ὅτι τράπεζα. * Τὰ εἰς 'ιζω' βαρύνεται, τρίζω, σχίζω, πρίζω, κτίζω, ἵζω, χαρίζω, χωρίζω, βαπτίζω, ὀνειδίζω, αἰκίζω, στηρίζω, θρυλλίζω, λυρίζω, σαλπίζω, συρίζω, χαιτίζω, κιθαρίζω, Δωρίζω, Θετταλίζω, ἀφ´ οὗ τὸ ἐντεθετταλίσμεθα παρὰ τῷ Εὐπόλιδι ἐν Μαρικᾷ, τουτέστι χλαμύδα Θετταλικὴν φοροῦμεν, Σκυθίζω, Περσίζω, σφετερίζω. τὸ δὲ ῥιζῶ περισπᾶται, ὅτι ῥίζα.
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 80 (20.8%) word LCS 13 (19.4%)
Show overlap highlight
…νεται, τρίζω, σχίζω, πρίζω, κτίζω, ἵζω, χαρίζω, χωρίζω, βαπτίζω, ὀνειδίζω, αἰκίζω, στηρίζω, θρυλλίζω, λυρίζω, σαλπίζω, συρίζω, χαιτίζω, κιθαρίζω, Δωρίζω, Θετταλίζω, ἀφ´ οὗ τὸ ἐντεθετταλίσμεθα παρὰ τῷ Εὐπόλιδι ἐν Μαρικᾷ, τουτέστι χλαμύδα Θετταλικὴν φοροῦμεν, Σκυθίζω, Περσίζω, σφετερίζω. τὸ δὲ ῥιζῶ περισπᾶται, ὅτι ῥίζα.
…ίτης Θεσσαλιώτης καὶ Θετταλιώτης καὶ Θετταλός καὶ Θετταλίς. ἔστι καὶ θετταλίς ὑπόδημά τι ποιόν, ὡς Λύσιππος ἐν Βάκχαις. τὸ Θεττάλη δρᾶμα Μενάνδρου βαρύνεται παρὰ Ἀττικοῖς, εἰς ἰδιότητα τεθέν. λέγεται καὶ θετταλίζω ὡς δωρίζω, ἀφ´ οὗ τὸ ἐντεθετταλίσμεθα παρὰ τῷ Εὐπόλιδι ἐν Μαρικᾷ, τουτέστι χλαμύδα Θετταλικὴν φοροῦμεν. Θετταλικὸν περόνημα.
char LCS 23 (4.6%) word LCS 5 (5.3%)
Show overlap highlight
…´ ἐπιπλάζοντ´ ἄνεμοι φέροιεν καὶ μελέδωνα ἀντὶ τοῦ ἐπιπλήσσοντα. ἔτι καὶ βαρύνεται τὰ πρὸς τῷ 'α' ἔχοντα τὸ 'ι' σφαδᾴζω, τερᾴζω, ματᾴζω καὶ τὸ παίζω μόνον ἔχον πρὸ τέλους τὴν 'αι' δίφθογγον ἐκφωνουμένην. * Τὰ εἰς 'ζω' παραληγόμενα τῷ 'ε' βαρύνεται, ἕζω, χέζω, ῥέζω, πιέζω μόνον εἰς 'ζω' ὑπὲρ δύο συλλαβὰς βαρύτονον τῷ 'ε' παραληγόμενον, Δωριεῖς πιάζ…
…ωλίειον ἐν ἓξ συλλαβαῖς, καὶ ἐν συναιρέσει Καπετώλειον. τὸ δὲ Καπετωλεῖα ἐπὶ τοῦ ἀγῶνος προπερισπᾶται. ὅσα γὰρ ἔχει προϋπάρχοντα εἰς « ος » καθαρόν, παραληγόμενα ἢ μόνῳ τῷ « ι » ἢ προηγουμένου αὐτοῦ τοῦ « α » ὥστε εἶναι πρὸ τέλους τὴν « αι » δίφθογγον, προπερισπᾶται, ἢ καὶ ὅσα κτητικά. Ἀσκληπιεῖον, Ἀσκληπιός γάρ· Πτολεμαεῖον, Πτολεμαῖος γάρ· Ὀλυμπιεῖα τὰ Ἀθήνησιν, Ὀλύμπιος γάρ. τὸ δὲ τέμενος Καπετώλιον καὶ Καπετώλιος Ζεὺς διὰ τοῦ « ι ». τὸ ἐθνικὸν Καπετωλῖνος.