Prosodia Catholica (Herodian)

Passage 1.444
← Index
1.444
No summary yet
* Τὰ εἰς 'ζω' τὸ 'ο' παραληγόμενα τρία ἐστὶ καὶ βαρύνεται, ὄζω— τοῦτο δὲ ἐνίοτε καὶ περισπώμενον λέγεται, ἐξ οὗ καὶ ὁ μέλλων ὀζέσω, ἀλλὰ καὶ ὀζήσω ὡς παρ´ Ἀριστοφάνει «λίθος τις ὤζησεν τεθυμιαμένος», ἁρμόζω, δεσπόζω. * Τὰ εἰς 'ζω' τῷ 'ω' ἢ τῇ 'ῳ' καὶ τῇ 'οι' διφθόγγῳ παραληγόμενα βαρύνεται, κρῴζω, οἰμώζω, πατρώζω, μητρώζω, χρῴζω, σῴζω, πλῴζω σὺν τῷ 'ι', εὕρηνται γὰρ ἐν διαιρέσει σωΐζω, πλωΐζω τρισυλλάβως, ἀθροίζω. τὸ δὲ ῥοιζῶ περισπᾶται, ὅτι ῥοῖζος. * Ἔτι τὰ τῇ 'ει' καὶ 'ῃ' διφθόγγῳ παραληγόμενα εἰς 'ζω' βαρύνεται, δανείζω, χρῄζω παρὰ τὸ χρέος χρεΐζω χρηΐζω καὶ χρῄζω, κλῄζω ἀπὸ τοῦ κλέος κλεΐζω καὶ κληΐζω καὶ κλῄζω, οὐ γέγονε δέ, ὡς ἡγοῦνται, κατὰ συγκοπὴν παρὰ τὸ καλήζω τὸ παρὰ Κυπρίοις λεγόμενον. τοῦτο γὰρ οὐκ ἔχει τὸ 'ι'· ἔστι δὲ παρὰ Ἴωσι καλέω, παρὰ δ´ Αἰολεῦσι καλήω. * Τὰ εἰς 'ζω' ῥήματα παραληγόμενα 'υ' φιλεῖ πως βαρύνεσθαι οἷον τρύζω, γρύζω, κλύζω, ἀτύζω, ὀλοφύζω, ὃ πρωτότυπόν ἐστι τοῦ ὀλοφυδνόν, ὀτοτύζω, ὀλολύζω, σφύζω, γογγύζω, ἑρπύζω, ἑλκύζω, λαγαρύζω, ποππύζω, κελαρύζω, μασταρύζω, βαΰζω. εὑρέθη μέντοι τινὰ καὶ περισπώμενα, ὧν ἔσθ´ ὅτε καὶ προκατάρχει ὄνομα ὡς τὸ κορυζῶ καὶ φυζῶ, οὗ μέσος παρακείμενος ἐν τῷ «πεφυζότες ἠΰτε νεβροί» (Il. Χ 1) καὶ τὸ μυζῶ, ἐξ οὗ τὸ μεμυζότε μυδαλέω τε« παρ´ Ἀντιμάχῳ. Ὀφείλει μὲν τὰ εἰς 'ζω' περισπώμενα τῷ 'υ' παραληγόμενα τρίτης συζυγίας εἶναι· τὸ δὲ κνυζῶ ἐστι καὶ πρώτης καὶ δευτέρας συζυγίας, ὁ μέλλων κνυζήσω, ἐξ οὗ καὶ κνυζηθμός ὡς μυκηθμός. »κνυζηθμῷ δ´ ἑτέρωσε διὰ σταθμοῖο φόβηθεν« (Od. π 163). καὶ πάλιν Σοφοκλῆς Φρίξῳ (fr. 650 Nauck) »κυνηδὸν ἐξέπραξαν κνυζούμενον«. ἔστι καὶ τρίτης ὡς τὸ »κνυζώσω δέ τοι ὄσσε« (Od. ν 401). τὸ δὲ κνυζῶσαι ἀντὶ τοῦ διαφθεῖραι κεῖται. δι´ ὃ ἐπιφέρει Ὅμηρος τὸ »πάρος περικαλλέ´ ἐόντα«. καί τινες μὲν ἀπὸ κυνῶν κυνῶ καὶ κνυζῶ. ἀλλ´ ἔστιν ἀπίθανον καὶ δυσκατάστατον παριστᾶν ἐκ τῆς κατὰ κύνας
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

No overlaps computed yet.